Ancient Greek · ~2 min
Chapter 12
Athanasius Alexandrinus, De sententia Dionysii 12.1
Not analysed yet
Ἆρ’ οὖν, ὡς οἱ χριστομάχοι θρυλοῦσι, Διονύσιος τὰ ἀνθρώπινα τοῦ υἱοῦ γράφων καὶ λέγων οὕτως ποίημα αὐτὸν ἕνα τῶν ἀνθρώπων ἔλεγεν αὐτὸν εἶναι; ἢ λέγων μὴ εἶναι τὸν λόγον ἴδιον τῆς τοῦ πατρὸς οὐσίας ἐφρόνει τοῦτον ὁμοούσιον ἡμῶν εἶναι τῶν ἀνθρώπων; καὶ μὴν οὐχ οὕτως ἔγραψεν ἐν ταῖς ἄλλαις ἐπιστολαῖς, ἀλλὰ καὶ ὀρθῶς φρονῶν ἐν αὐταῖς φαίνεται καὶ δύναται δι’ αὐτῶν βοῆσαι κατὰ τούτων λέγων· οὔκ εἰμι τῆς αὐτῆς ὑμῖν δόξης, ὦ θεομάχοι, οὐδὲ τὰ ἡμέτερα πρόφασιν Ἀρείῳ παρέσχεν εἰς ἀσέβειαν.