# De sententia Dionysii 12.2

Athanasius Alexandrinus, De sententia Dionysii, Chapter 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/de-sententia-dionysii/12.2

ἀλλὰ πρὸς Ἄμμωνα καὶ Εὐφράνορα διὰ τοὺς Σαβελλίζοντας γράφων ἐμνήσθην τοῦ γεωργοῦ καὶ τῆς ἀμπέλου καὶ τῶν τοιούτων ἄλλων ῥητῶν, ἵνα τὰ ἀνθρώπινα τοῦ κυρίου δείξας πείσω μὴ λέγειν ἐκείνους, ὅτι ὁ πατήρ ἐστιν ὁ γενόμενος ἄνθρωπος. ὡς γὰρ ὁ γεωργὸς οὐκ ἔστιν ἄμπελος, οὕτως οὐκ ἔστιν ὁ ἐν τῷ σώματι γενόμενος ὁ πατὴρ ἀλλ’ ὁ λόγος, καὶ ὁ λόγος δὲ ἐν τῇ ἀμπέλῳ γενόμενος ἄμπελος ἐκλήθη διὰ τὴν πρὸς τὰ κλήματα, ἅπερ ἐσμὲν ἡμεῖς, σωματικὴν συγγένειαν. ταύτῃ μὲν οὖν τῇ διανοίᾳ τὴν πρὸς Εὐφράνορα καὶ Ἀμμώνιον ἔγραψα ἐπιστολήν, πρὸς δὲ τὴν ὑμῶν ἀναίδειαν τὰς ἑτέρας ἐπιστολὰς τὰς παρ’ ἐμοῦ γραφείσας ἀντιτίθημι, ἵνα γνῶσιν οἱ φρόνιμοι τὴν ἐν αὐταῖς ἀπολογίαν καὶ τῆς ἐν Χριστῷ πίστεως τὴν ὀρθήν μου φρόνησιν.

---

Athanasius Alexandrinus, De sententia Dionysii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2035.tlg004.local001/.
