Ancient Greek · ~2 min
Chapter 12
Athanasius Alexandrinus, De sententia Dionysii 12.3
Not analysed yet
ἔδει μὲν οὖν καὶ τοὺς Ἀρειανούς, εἴπερ εἶχον ὑγιαίνοντα τὸν νοῦν, τοιαῦτα λογίζεσθαι καὶ φρονεῖν περὶ τοῦ ἐπισκόπου, πάντα γὰρ ἐνώπια τοῖς συνιοῦσίν ἐστι καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν . ἐπειδὴ δὲ μὴ μαθόντες τὴν πίστιν τῆς καθολικῆς ἐκκλησίας πεπτώκασιν εἰς ἀσέβειαν καὶ λοιπὸν τὸν νοῦν πεπηρωμένοι νομίζουσιν εἶναι καὶ τὰ ὀρθὰ στρεβλὰ καὶ λέγουσι τὸ μὲν φῶς σκότος, τὸ δὲ σκότος νομίζουσιν εἶναι φῶς, ἀναγκαῖον καὶ τὰ ἐκ τῶν ἄλλων ἐπιστολῶν τοῦ Διονυσίου παραθέσθαι καὶ τὸ αἴτιον αὐτῶν πρὸς πλείονα κατάγνωσιν τῶν αἱρετικῶν. ἐξ αὐτῶν γὰρ καὶ ἡμεῖς μαθόντες οὕτω περὶ τοῦ ἀνδρὸς φρονοῦμεν καὶ γράφομεν.