Ancient Greek · ~2 min
Chapter 14
Athanasius Alexandrinus, De sententia Dionysii 14.1
Not analysed yet
Καὶ ἀρκεῖ μὲν εἰς τελείαν κατάγνωσιν τῶν Ἀρειανῶν καὶ εἰς ἀπόδειξιν τῆς συκοφαντίας αὐτῶν τὸ καὶ μόνον ἀπολογήσασθαι τὸν Διονύσιον καὶ περὶ ὧν οὗτοι τεθρυλήκασιν. οὐ γὰρ ὡς φιλονεικῶν ἀντέγραψεν, ἀλλ’ ἀπολογούμενος περὶ ὧν ὑπωπτεύθη· ὁ δὲ ἀπολογούμενος περὶ ὧν κατηγορήθη τί ἕτερον ποιεῖ ἢ λύει μὲν πᾶν ἔγκλημα ὑποπτευθὲν κατ’ αὐτοῦ, ἐλέγχει δὲ καὶ ἐν τούτῳ συκοφάντας τοὺς Ἀρειομανίτας; ἵνα δὲ καὶ ἐξ ὧν ἀπολογούμενος ἔγραψε πλέον αἰσχυνθῶσιν οὗτοι, φέρε σοι καὶ τὰς λέξεις αὐτοῦ παραθῶμαι.