Ancient Greek · ~2 min
Chapter 14
Athanasius Alexandrinus, De sententia Dionysii 14.3
Not analysed yet
ἔπειτα αἰτιᾶται τοὺς κατειπόντας αὐτοῦ ὡς μὴ ὁλοκλήρους λέγοντας ἀλλὰ περικόπτοντας αὐτοῦ τὰς λέξεις καὶ ὡς μὴ καλῇ συνειδήσει ἀλλὰ πονηρᾷ λαλοῦντας ὡς θέλουσι· τούτους τε τούτοις ἀπεικάζει τοῖς τὰς τοῦ μακαρίου ἀποστόλου διαβάλλουσιν ἐπιστολάς. ἡ δὲ τοιαύτη μέμψις αὐτοῦ πάντως ἀπὸ φαύλης ὑποψίας αὐτὸν ἀπολύει. εἰ γὰρ τοὺς Παύλου κατειπόντας οὕτως ἡγεῖται ὡς τοὺς αὐτοῦ κατειπόντας, οὐδὲν ἕτερον δείκνυσιν ἢ ὅτι τὰ τοῦ Παύλου φρονῶν οὕτως ἔγραψεν.