Ancient Greek · ~2 min
Chapter 17
Athanasius Alexandrinus, De sententia Dionysii 17.1
Not analysed yet
Τῶν ὑπ’ ἐμοῦ λεχθέντων ὀνομάτων ἕκαστον ἀχώριστόν ἐστι καὶ ἀδιαίρετον τοῦ πλησίον. πατέρα εἶπον, καὶ πρὶν ἐπαγάγω τὸν υἱόν, ἐσήμανα καὶ τοῦτον ἐν τῷ πατρί· υἱὸν ἐπήγαγον, εἰ καὶ μὴ προειρήκειν τὸν πατέρα, πάντως ἂν ἐν τῷ υἱῷ προείληπτο. ἅγιον πνεῦμα προσέθηκα, ἀλλ’ ἅμα καὶ πόθεν καὶ διὰ τίνος ἧκεν ἐφήρμοσα. οἱ δὲ οὐκ ἴσασιν, ὅτι μήτε ἀπηλλοτρίωται πατὴρ υἱοῦ ᾗ πατήρ, προκαταρκτικὸν γάρ ἐστι τῆς συναφείας τὸ ὄνομα, οὔτε ὁ υἱὸς ἀπῴκισται τοῦ πατρός. ἡ γὰρ πατὴρ προσηγορία δηλοῖ τὴν κοινωνίαν, ἔν τε ταῖς χερσὶν αὐτῶν ἐστι τὸ πνεῦμα μήτε τοῦ πέμποντος μήτε τοῦ φέροντος δυνάμενον στέρεσθαι.