Ancient Greek · ~3 min
Chapter 19
Athanasius Alexandrinus, De sententia Dionysii 19.3
Not analysed yet
εἰ γὰρ Διονύσιός ἐστιν αὐτοῖς φίλος, μὴ ἀρνείσθωσαν τὰ τοῦ ὁμόφρονος· εἰ δὲ νομίζουσι μὴ ὀρθῶς εἰρῆσθαι, πῶς τὸν τοῦτο λέγοντα Διονύσιον θρυλοῦσιν ὡς τὰ αὐτῶν φρονοῦντα; μάλιστα ὅτι οὐδὲ ἐκ παρέργου ταῦτα λέγων φαίνεται, ἀλλὰ πρότερον ἄλλας ἐπιστολὰς γράψας τοὺς μὲν κατειρηκότας αὐτοῦ ὡς μὴ λέγοντος ὁμοούσιον τὸν υἱὸν τῷ πατρὶ διελέγχει ψευδομένους, τοὺς δὲ νομίζοντας αὐτὸν λέγειν γενητὸν τὸν λόγον παρακρούεται, ὅτι μὴ οὕτως ὡς νομίζουσιν ἐφρόνησεν, ἀλλ’ εἰ καὶ τὰς λέξεις εἴρηκε, διὰ τοῦτό φησιν εἰρηκέναι πρὸς τὸ μόνον δεῖξαι, ὅτι μὴ ὁ πατήρ ἐστιν ἀλλ’ ὁ υἱὸς ὁ τὸ γενητὸν καὶ κτιστὸν καὶ ποιητὸν ἐνδυσάμενος σῶμα· διὸ καὶ γεγενῆσθαι καὶ πεποιῆσθαι καὶ ἐκτίσθαι λέγεται ὁ υἱός.