Ancient Greek · ~2 min
Chapter 2
Athanasius Alexandrinus, De sententia Dionysii 2.2
Not analysed yet
οὐδαμόθεν γὰρ εὑρήσουσιν εἰ μὴ μᾶλλον ἔλεγχον καθ’ ἑαυτῶν, ἀπὸ μὲν τῶν γραφῶν, τοῦ μὲν Ἰωάννου λέγοντος· ἐν ἀρχῇ ἦν ὁ λόγος ,ὃν οὗτοι λέγουσιν οὐκ ἦν πρὶν γεννηθῇ, τοῦ δὲ Δαυὶδ ψάλλοντος ἐκ προσώπου τοῦ πατρός· ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν ,ὃν οὗτοι λέγουσι κατ’ ἐπίνοιαν εἶναι καὶ ἐξ οὐκ ὄντων γεγενῆσθαι, εἶτα τοῦ μὲν Ἰωάννου πάλιν εὐαγγελιζομένου, ὅτι πάντα δι’ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ,τοῦ δὲ Παύλου γράφοντος· εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα ,καὶ ἐν ἑτέροις· ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα.