Ancient Greek · ~3 min
Chapter 2
Athanasius Alexandrinus, De sententia Dionysii 2.4
Not analysed yet
οὐδὲ ἀνθρώπινος δέ τις αὐτοῖς λογισμὸς εὐσεβὴς εἰς ἀπολογίαν περιλείπεται. τίς γὰρ ἀνθρώπων ἢ Ἕλλην ἢ βάρβαρος, ὃν ὁμολογεῖ θεόν, τοῦτον ἐπιχειρήσει κτίσμα λέγειν ἢ ὅτι οὐκ ἦν πρὶν γένηται; ἢ τίς ἀνθρώπων ἀκούσας παρὰ τούτου, ὃν ἐπίστευσε μόνον εἶναι θεόν, λέγοντος· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός ,καὶ ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν ,τολμήσει κἂν εἰπεῖν ὅτι ὁ ἐκ καρδίας τοῦ θεοῦ λόγος ἐξ οὐκ ὄντων γέγονεν ἢ ὁ υἱὸς κτίσμα ἐστὶ καὶ οὐκ ἴδιον τοῦ λέγοντος γέννημα; πάλιν δὲ τίς ἀκούων τούτου, ὃν ἐπίστευσε κύριον εἶναι καὶ σωτῆρα, λέγοντος· ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ,καὶ ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν ,ἐπιχειρήσει διαιρεῖν ἃ ἐκεῖνος ἥνωσε καὶ ἀμέριστα τετήρηκε;