Ancient Greek · ~2 min
4.5 to 4.6
Athanasius Alexandrinus, De sententia Dionysii 4.5-6
Not analysed yet
καὶ γὰρ καὶ γεωργὸς τῶν αὐτῶν δένδρων ἄλλοτε ἄλλως ἐπιμελεῖται διὰ τὴν ὑποκειμένην τῆς γῆς ποιότητα, καὶ οὐ διὰ τοῦτο μέμψαιτο ἄν τις αὐτόν, ὅτι τοῦτο μὲν τέμνει, ἐκεῖνο δὲ ἐγκεντρίζει, καὶ τοῦτο μὲν φυτεύει, ἕτερον δὲ ἐκτίλλει, ἀλλὰ καὶ μᾶλλον μαθὼν τὴν αἰτίαν θαυμάσει τὸ ποικίλον αὐτοῦ τῆς ἐπιστήμης. οὐκοῦν εἰ μὴ παρέργως ἐνέτυχον τοῖς γράμμασιν, εἰπάτωσαν καὶ τὴν ὑπόθεσιν τῆς ἐπιστολῆς· οὕτω γὰρ αὐτῶν ἥ τε συκοφαντία καὶ ἡ πονηρία τῆς προαιρέσεως δειχθήσεται. ἐπειδὴ δὲ ἢ οὐκ ἴσασιν ἢ αἰσχύνονται, λέγειν ἀναγκαῖον ἡμᾶς.