# De Virginitate [Sp.] 134.2

Athanasius Alexandrinus, De Virginitate [Sp.], 134.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/de-virginitate-sp/134.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/athanasius-alexandrinus/de-virginitate-sp/134.2

2. Ἄκουε, δοῦλη τοῦ Χριστοῦ, καὶ πάντες, ὅσοι θέλουσι σωθῆναι, καὶ ἐνωτίζονται τὰ ῥήματα τοῦ στόματός μου· καὶ καταδεξάσθωσαν τὰ ὠτὰ σου θεοπνεύστους λόγους. « Τὸ μυστήριον γὰρ τοῦτο, φησί, μέγα ἐστίν, » καθὼς εἶπεν ὁ μακάριος Παῦλος, ὅτι πᾶς ὁ κολούμενος τῇ γυναικί, ἐν ἑνὶ σώματι ἐσμέν ἀμφότεροι. Οὕτω πάλιν πᾶς ἄνηρ ἢ γυνὴ κολούμενος τῷ Κυρίῳ ἐν πνεύματι ἐστίν. Εἰ γὰρ οἱ τῷ κόσμῳ συναπτόμενοι καταλιμπάνουσι τὸν πατέρα καὶ τὴν μητέρα, καὶ συνάπτονται φθαρτοῖς ἀνθρώποις, πόσω μᾶλλον ἢ παρθένος ἐγχατενευμένη ἀφελεῖ καταλιπεῖν τὰ γήινα πάντα, καὶ τῷ Κυρίῳ μόνῳ κολληθῆναι; Μαρτυρεῖ δέ μοι τῷ λόγῳ καὶ αὐτὸς ὁ Ἀπόστολος, λέγων· « Ἡ γυνὴ ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, ἵνα ἡ ἅγια τῷ σώματι καὶ τῷ πνεύματι. Ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῷ ἀνδρί, καὶ μεμέρισται. Τοῦτο οὖν λέγω, ὅτι πᾶσα παρθένος, ἢ χῆρα ἐγχατενευμένη, ἐὰν ἔχῃ φροντίδα ἐν τῷ κόσμῳ τούτῳ, αὕτη ἢ φροντίς ἀνὴρ αὐτῆς ἐστι· κἂν κτήματα, κἂν ὑπάρχοντα ἔχῃ, αὕτη ἢ μέριμνα μολύνει αὐτῆς τὴν διάνοιαν. Ὡσπερ γὰρ διὰ τοῦ ἀνδρὸς τὸ σῶμα μολύνεται, οὕτως καὶ αἱ σχέσεις αἱ κοσμικαὶ τὴν ψυχὴν καὶ τὸ σῶμα τῆς ἐγχατενευμένης μαινοῦσι, καὶ οὐκ ἐστίν ἅγια τῷ σώματι καὶ τῷ πνεύματι. Ἡ δὲ φροντιζοῦσα τὸ ἔργον τοῦ Θεοῦ, νυμφίος αὐτῆς ὁ Χριστός ἐστιν. Ἡ γὰρ ἀρκομομένη ἀνδρὶ φθαρτῷ τὸ θέλημα τοῦ ἀνδρὸς αὐτῆς ποιεῖ· οὕτως γὰρ εἴρηται, ὅτι « Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ’ ὁ ἀνήρ. » Καὶ πάλιν· «Ὡσπερ ἢ Ἐκκλησία ὑποτάσσεται τῷ Κυρίῳ, οὕτως καὶ αἱ γυναῖκες τοῖς ἀνδράσιν ἐν παντί. » Ἀπ’ αὐτῶν γὰρ τῶν κοσμικῶν, ἐὰν θέλωμεν, καὶ τὰ ἄνω νοοῦμεν. Ἡ δὲ συναπτομένη τῷ ἐπουρανίῳ νυμφίῳ, τὸ θέλημα τοῦ νυμφίου αὐτῆς κατεργάζεται.

---

Athanasius Alexandrinus, De Virginitate [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000514.
