# De Virginitate [Sp.] 141.2

Athanasius Alexandrinus, De Virginitate [Sp.], 141.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/de-virginitate-sp/141.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/athanasius-alexandrinus/de-virginitate-sp/141.2

Ἀ ἐν δὲ τῷ θεῖναι τοῦτον ἐν τῇ τραπέζῃ, καὶ καθιστῆ-ναι βούλεσθαι. τῷ, « Πάτερ ἡμῶν, » λέγε ὀλιχρόν· τὴν δὲ προεγγραμμένην εὐχήν, τῷ, « Εὐλογητὸς ὁ Θεός, » ἀριστησάντες καὶ ἐγεῖρμένοι ἐκ τῆς τρα-πέζης λέγομεν. Ἐὰν δὲ συμπαρῷσι μετὰ σοῦ δύο παρθένοι ἢ τρεῖς, εὐχαριστεῖτωσαν ἐπὶ τὸν προκει-μένον ἄρτον, καὶ συνευξήσθωσαν. Ἐὰν δὲ εὐρεθῇ κατῃσχυμένη ἐν τῇ τραπέζῃ, μὴ συνευξήσθω μετὰ τῶν πιστῶν, οὐδὲ μὴ καθίσῃς (25) φαγεῖν τὸν ψω-μὸν σου μετ’ αὐτῆς, οὐδὲ πάλιν καθίσῃς φαγεῖν τὸν ψωμὸν σου μετὰ γυναικῶν ἀμελεστέρων καὶ γε-λοιαστριῶν ἄνευ ἀνάγκης· σὺ γὰρ ἅγια εἶ Κυρίῳ τῷ Θεῷ σου, καὶ τὸ βρῶμά σου καὶ τὸ πόμα σου ἁγια-σμένον ἐστί· διὰ γὰρ τῶν προσευχῶν καὶ τῶν ἁγίων ῥημάτων ἁγιαζεται (26). Παρθένοι εὐλαβεῖς καὶ θεο-σεβεῖς συμφαγῶνται σοι· οὐ συνδειπνήσεις μετὰ γυναικῶν ὑπερφανῶν, οὐδ’ οὐ μὴ κτῆσῃ φίλην γυναῖκα ἀλαζόνα. λέγει γὰρ ἡ θεία Γραφή· « Ὁ ἀπτό-μενος πίσης μολυνθήσεται, καὶ ὁ κοινωνοῦν ὑπερ-ηφάνῳ ὁμοιωθήσεται αὐτῷ. » Καθεζομένη πλουσία μετὰ σοῦ ἐπὶ τῆς τραπέζης, ἐὰν ἴδῃς γυναῖκα πενιχράν, καλέσεις αὐτὴν εἰς τὸ φαγεῖν, καὶ οὐκ αἰ-σχυνθήσῃ εἰς τὴν πλουσίαν. Μὴ ἀγαπήσῃς τὴν δόξαν τῶν ἀνθρώπων ὑπὲρ τὴν δόξαν (27) τοῦ Θεοῦ· ὁ γὰρ Θεὸς τῶν πτωχῶν καὶ τῶν ξεουδενωμένων ἐστι.

---

Athanasius Alexandrinus, De Virginitate [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000514.
