Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας πρὸς τοὺς ἐν τῇ Ἀφρικῇ ἐπισκόπους, Chapter 3
Athanasius Alexandrinus, Epistula ad Afros 3.4
Not analysed yet
οἱ δέ γε ἐπίσκοποι οἱ ἀληθῶς γνήσιοι δοῦλοι τοῦ κυρίου καὶ ὀρθῶς πιστεύοντες –ἦσαν δὲ ἐγγὺς διακόσιοι –ἔγραψαν ἀρκεῖσθαι τῇ ἐν Νικαίᾳ μόνῃ καὶ μηδὲν πλέον ἢ ἔλαττον παρ’ ἐκείνην ζητεῖν ἢ φρονεῖν. ταῦτα καὶ Κωνσταντίῳ δεδηλώκασι τῷ καὶ τὴν σύνοδον κελεύσαντι γενέσθαι. ἀλλ’ οἱ ἐν τῇ Ἀριμήνῳ καθαιρεθέντες ἀπελθόντες πρὸς Κωνστάντιον πεποιήκασιν ὑβρισθῆναι μὲν αὐτούς, ἀπειλὰς δὲ γενέσθαι μὴ ἀνακάμψειν εἰς τὰς ἰδίας παροικίας τοὺς κατ’ αὐτῶν ἀποφηναμένους βίαν τε παθεῖν ἐν τῇ Θρᾴκῃ ἐν αὐτῷ τῷ χειμῶνι, ὥστε τῶν παρ’ αὐτῶν καινοτομουμένων ἀνέχεσθαι.