Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας πρὸς τοὺς ἐν τῇ Ἀφρικῇ ἐπισκόπους, Chapter 4
Athanasius Alexandrinus, Epistula ad Afros 4.5
Not analysed yet
πάλιν τε οἱ πατέρες ἐδίδαξαν ἐν τῇ Νικαίᾳ μὴ εἶναι κτίσμα ἢ ποίημα τὸν τοῦ θεοῦ λόγον ἀναγνόντες· πάντα δι’ αὐτοῦ ἐγένετο καὶ ἐν αὐτῷ τὰ πάντα ἐκτίσθη καὶ συνέστηκεν . οὗτοι δὲ οἱ μᾶλλον Ἀρειανοὶ ἢ Χριστιανοὶ ὄντες ἐν ταῖς ἄλλαις ἑαυτῶν συνόδοις κτίσμα τετολμήκασιν εἰπεῖν αὐτὸν καὶ ἕνα τῶν ποιημάτων, ὧν αὐτός ἐστιν ὁ λόγος δημιουργὸς καὶ ποιητής. εἰ γὰρ δι’ αὐτοῦ τὰ πάντα γέγονε, κτίσμα δέ ἐστι καὶ αὐτός, εἴη ἂν καὶ ἑαυτὸν κτίζων. καὶ πῶς δύναται τὸ κτιζόμενον κτίζειν ἢ πῶς ὁ κτίζων κτίζεται;