# Epistula ad Dracontium 5.3

Athanasius Alexandrinus, Epistula ad Dracontium, Τοῦ αὐτοῦ ἐπιστολὴ πρὸς Δρακόντιον, Chapter 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/epistula-ad-dracontium/5.3

εἴτε τοίνυν ἰσχνόφωνος εἶ καὶ βραδύγλωσσος , ἀλλὰ φοβήθητι τὸν πλάσαντά σε θεόν, εἴτε νεώτερον σαυτὸν λέγεις πρὸς τὸ κήρυγμα, ἀλλ’ εὐλαβοῦ τὸν γινώσκοντά σε πρὸ τοῦ πλασθῆναι , εἴτε λόγον δέδωκας – ὁ δὲ λόγος τοῖς ἁγίοις ὡς ὅρκος ἦν –, ἀλλὰ ἀνάγνωθι τὸν Ἱερεμίαν, πῶς καὶ αὐτὸς εἰρηκὼς οὐ μὴ ὀνομάσω τὸ ὄνομα κυρίου , ὕστερον δὲ φοβηθεὶς τὸ ἐν αὐτῷ πῦρ γενόμενον οὐκέτι, ὡς εἴρηκε, πεποίηκεν οὐδὲ ὡς προληφθεὶς τῷ ὅρκῳ ἐκρύβη, ἀλλὰ τὸν ἐγχειρίσαντα εὐλαβούμενος τετελείωκε τὴν προφητείαν. ἢ οὐκ οἶδας, ἀγαπητέ, ὅτι καὶ Ἰωνᾶς φυγὼν γέγονε μέν, ὡς γέγονε, μετὰ δὲ ταῦτα πάλιν προεφήτευσεν;

---

Athanasius Alexandrinus, Epistula ad Dracontium. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2035.tlg137.local001/.
