Ancient Greek
Volume 28
Athanasius Alexandrinus, Epistula ad episcopum Persarum [Sp.] 28.1565
Not analysed yet
Ἀγαπητῷ πάπᾳ, καὶ τῷ ὑπ' αὐτὸν κλήρῳ τοῖς τὴν Περσῶν οἰκοῦσι χώραν, Ἀθανάσιος ἐν Κυρίῳ χαίρειν. Ἡ ἁγία θεόπνευστος Γραφὴ τὰς τῶν ἀρχαιοτέρων ἡμῖν διηγεῖται πράξεις, ποδηγοῦσα ἡμᾶς ἐξ αὐτῶν ἐπὶ τὰ χρήσιμα τῶν πρακτέων, βδελυττομένους πᾶν εἶδος πονηρίας καὶ δυσσεβείας. Ἐν γοῦν τοῖς Βασιλείοις φησὶν ἠνομηκέναι τὸν Ἰσραὴλ, καὶ προσκυνεῖν τῇ κτίσει παρὰ τὸν κτίσαντα. Ἴστε δὲ ὅσον κακὸν, τὸν Δημιουργὸν καταλιπόντας καὶ τὴν αὐτῷ ὀφειλομένην δόξαν, προσάπτειν εἰδώλοις καὶ κτίσμασι. Τοῦτο δρασάντων ἐκείνων, ἀφίστησιν ὁ Θεὸς τὴν αὐτοῦ βοήθειαν ἐξ αὐτῶν, καὶ παραδίδονται εἰς δουλείαν τοῖς ὑμετέροις βασιλεῦσιν. Αἰχμάλωτοι δὲ γενόμενοι, καταδικάζονται ὑπὸ Σαλαμανασάρου βασιλέως Ἀσσυρίων οἴκησιν ἀντὶ τῆς αὐτῶν γῆς, Παλαιστίνης φημὶ, τὴν Ἀσσυρίων ἐν Ἀλαὲ καὶ ἐν Ἀμὼρ, ποταμοῖς Γιζὰν, καὶ ὄρη Μήδων. Εἰσάγει ἀντ' αὐτῶν οἴκησιν τὴν Σαμάρειαν, Βαβυλωνίους ἐκ Χουθὰν, καὶ ἀπὸ Αἰὰν, καὶ ἀπὸ Ἐμὰθ, καὶ Σεφαρουὲμ, καὶ κατῳκίσθησαν ἐν ταῖς πόλεσι Σαμαρείας ἀντὶ τῶν υἱῶν Ἰσραήλ. Καὶ ἐγένετο ἐν ἀρχῇ τῆς καθέδρας αὐτῶν, οὐκ ἐφοβήθησαν τὸν Κύριον, καὶ ἀπέστειλεν εἰς αὐτοὺς τοὺς λέοντας, καὶ ἦσαν ἀποκτείνοντες αὐτούς. Καὶ εἶπαν τῷ βασιλεῖ Ἀσσυρίων λέγοντες· Τὰ ἔθνη ἃ ἀπῴκισας, καὶ ἀντεκάθησας (sic) ἐν πόλεσι Σαμαρείας, οὐκ ἔγνωσαν τὸ κρῖμα (sic) τοῦ Θεοῦ τῆς γῆς, καὶ ἀπέστειλε τοὺς λέοντας εἰς αὐτοὺς, καὶ ἰδού εἰσι θανατοῦντες αὐτοὺς, καθότι οὐκ οἴδασι τὸ κρῖμα τοῦ Θεοῦ τῆς γῆς. Καὶ ἐνεστείλατο ὁ βασιλεὺς Ἀσσυρίων, λέγων· Ἀπαγάγετε ἐκεῖθεν, καὶ πορευέσθωσαν, καὶ κατοικείτωσαν ἐκεῖ, καὶ φωτιοῦσιν αὐτοὺς τὸ κρῖμα τοῦ Θεοῦ τῆς γῆς. Καὶ ἤγαγον ἕνα τῶν ἱερέων, ὧν ἀπῴκισαν ἀπὸ Σαμαρείας, καὶ ἐκάθισεν ἐν Βαιθήλ. Καὶ ἦν ὁ ἱερεὺς φωτίζων αὐτοὺς, ὅπως φοβηθῶσι τὸν Κύριον. Καὶ διδαχθέντες οἱ μετοικισθέντες τὸν δεδομένον νόμον τοῖς υἱοῖς Ἰσραὴλ, οὐκ ἐφύλαξαν εἰς τέλος· ἀλλ' ἦσαν καὶ τῷ νόμῳ δουλεύοντες ἐκ μέρους καὶ τοῖς ἔθεσι. Τούτοις κέχρηνται ἐκβεβλημένοι ὑπὸ τοῦ Θεοῦ, διὰ τὸ μὴ καθαρὰν, ἀλλὰ μεμιγμένην ἔχειν τινὰ λατρείαν, οὔτε τῷ νόμῳ Μωσέως, οὔτε τοῖς ἔθεσι τοῖς