Ancient Greek · ~3 min
Volume 26
Athanasius Alexandrinus, Epistula ad Joannem et Antiochum presbyteros 26.1168
Not analysed yet
λογομαχοῦσι, καὶ μηδὲν ἕτερον ζητοῦσιν ἢ λέγειν τι καινὸν καὶ ἀκούειν. Ὑμεῖς δὲ, ἔχοντες τὸν θεμέλιον ἀσφαλῇ, ὅς ἐστιν Ἰησοῦς ὁ Χριστὸς, ὁ Κύριος ἡμῶν, καὶ τὴν τῶν Πατέρων περὶ τῆς ἀληθείας ὁμολογίαν, τοὺς πλέον τι ταύτης ἢ ἔλαττον λαλεῖν θέλοντας ἀποστρέφεσθε, καὶ μᾶλλον τῆς τῶν ἀδελφῶν ὠφελείας γίνεσθε, εἰς τὸ φοβεῖσθαι τὸν Θεὸν, καὶ τὰς ἐντολὰς τηρεῖν· ἵνα καὶ ἐκ τῆς διδασκαλίας τῶν Πατέρων, καὶ ἐκ τῆς τῶν ἐντολῶν τηρήσεως δυνηθῶσιν εὐάρεστοι τῷ Κυρίῳ φανῆναι ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως. Πάνυ δὲ τεθαύμακα τὴν θρασύτητα τῶν τολμώντων λαλεῖν κατὰ τοῦ ἀγαπητοῦ ἡμῶν, τοῦ ἀληθῶς Θεοῦ δούλου Βασιλείου τοῦ ἐπισκόπου. Ἐκ γὰρ τῆς τοιαύτης φλυαρίας ἐλέγχεσθαι δυνήσονται, ὡς οὐδὲ τῶν Πατέρων ἀγαπῶντες τὴν ὁμολογίαν. Προσαγορεύετε τοὺς ἀδελφούς. Προσαγορεύουσιν ὑμᾶς οἱ σὺν ἐμοί. Ἐῤῥῶσθαι ὑμᾶς ἐν Κυρίῳ εὔχομαι, ἀγαπητοὶ καὶ ποθεινότατοι υἱοί.