Ancient Greek · ~2 min
1.1 to 1.2
Athanasius Alexandrinus, Epistula ad Jovianum 1.1-2
Not analysed yet
Πρέπουσα θεοφιλεῖ βασιλεῖ φιλομαθὴς προαίρεσις καὶ πόθος τῶν οὐρανίων· οὕτω γὰρ ἀληθῶς καὶ τὴν καρδίαν ἕξεις ἐν χειρὶ θεοῦ καὶ τὴν βασιλείαν μετ’ εἰρήνης πολλαῖς ἐτῶν περιόδοις διατελέσεις. θελησάσης τοίνυν τῆς σῆς εὐσεβείας μαθεῖν παρ’ ἡμῶν τὴν τῆς καθολικῆς ἐκκλησίας πίστιν εὐχαριστήσαντες ἐπὶ τούτῳ τῷ κυρίῳ ἐβουλευσάμεθα πάντων μᾶλλον τὴν παρὰ τῶν πατέρων ὁμολογηθεῖσαν ἐν Νικαίᾳ πίστιν ὑπομνῆσαι τὴν σὴν θεοσέβειαν.