Ancient Greek · ~2 min
1.4 to 1.5
Athanasius Alexandrinus, Epistula ad Jovianum 1.4-5
Not analysed yet
Ἄρειος γάρ τις καὶ οἱ σὺν αὐτῷ διαφθεῖραι ταύτην καὶ ἀσέβειαν κατ’ αὐτῆς ἐπεισαγαγεῖν ἐπεχείρησαν φάσκοντες ἐξ οὐκ ὄντων καὶ κτίσμα καὶ ποίημα καὶ τρεπτὸν εἶναι τὸν υἱὸν τοῦ θεοῦ. πολλοὺς τε ἐν τούτοις ἠπάτησαν, ὥστε καὶ τοὺς δοκοῦντας εἶναί τι συναπαχθῆναι αὐτῶν τῇ βλασφημίᾳ . καὶ φθάσαντες μὲν οἱ ἅγιοι πατέρες ἡμῶν συνελθόντες, ὡς προείπομεν, ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ τὴν μὲν ἀρειανῶν αἵρεσιν ἀνεθεμάτισαν, τὴν δὲ τῆς καθολικῆς ἐκκλησίας πίστιν ὡμολόγησαν ἐγγράφως, ὥστε ταύτης πανταχοῦ κηρυττομένης ἀποσβεσθῆναι τὴν ἀναφθεῖσαν αἵρεσιν παρὰ τῶν αἱρετικῶν. ἦν μὲν οὖν αὕτη πανταχοῦ κατὰ πᾶσαν ἐκκλησίαν γινωσκομένη τε καὶ κηρυττομένη·