Ancient Greek · ~1 min
Τοῦ αὐτοῦ πρὸς Ἰοβιανὸν περὶ πίστεως, Chapter 4
Athanasius Alexandrinus, Epistula ad Jovianum 4.1
Not analysed yet
Ταύτῃ τῇ πίστει, θεοσεβέστατε Αὔγουστε, πάντας ἐπιμένειν ἀναγκαῖον ὡς θείᾳ καὶ ἀποστολικῇ καὶ μηδένα μετακινεῖν αὐτὴν πιθανολογίαις καὶ λογομαχίαις ,ὅπερ πεποιήκασιν ἐξ ἀρχῆς οἱ Ἀρειομανῖται, ἐξ οὐκ ὄντων τὸν υἱὸν τοῦ θεοῦ λέγοντες καὶ ὅτι ἦν ποτε ὅτε οὐκ ἦν καὶ κτιστὸς καὶ ποιητὸς καὶ τρεπτός ἐστι.