# Epistula Ad Maximum 561.3

Athanasius Alexandrinus, Epistula Ad Maximum, 561.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/epistula-ad-maximum/561.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/athanasius-alexandrinus/epistula-ad-maximum/561.3

3. Ἄμειλε καὶκεῖνο θαυμάζω, πῶς δλως (29) κἂν ἐννοίαις τετολμήκασιν, ὅτι φύσεως ἀκολουθία γεγένηται ἄνθρωπος. Εἰ γὰρ οὕτως ἦν, περιττὴ τῆς Μαρίας ἡ μνήμη. (30) Οὐδὲ γὰρ οἶδεν ἡ φύσις παρθένον χωρὶς ἀνδρὸς τίκτουσαν. Ὦθεν εὐδοκία τοῦ Πατρὸς Θεὸς ὢν ἀληθινὸς, καὶ φύσει Λόγος, καὶ σοφία τοῦ Πατρὸς, γέγονε σωματικῶς ἄνθρωπος, διὰ τὴν ἡμετέραν σωτηρίαν, ἵν', ἔχων ὃ προσενέγκῃ ὑπὲρ ἡμῶν, σῶσῃ πάντας ἡμᾶς, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας. Οὐ γὰρ ἄνθρωπός τις ὑπὲρ ἡμῶν ἑαυτὸν δέδωκεν· ἐπεὶ πᾶς ἄνθρωπος ὑπεύθυνός ἐστι θανάτου, κατὰ τὸ, Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ, ἐν τῷ Ἄδὰμ εἰρημένον πρὸς πάντας· D ἄλλ' οὐδὲ ἕτερόν τι τῶν κτισμάτων· ἐπεὶ πᾶσα κτίσις ὑποκείσι ἐστι τροπῆς. Ἄλλ' αὐτὸς ὁ Λόγος τὸ ἴδιον σῶμα προσέθηκεν ὑπὲρ ἡμῶν, ἵνα μὴ εἰς ἄνθρωπον ἡ πίστις καὶ ἡ ἐλπίς, ἀλλ' εἰς αὐτὸν τὸν Θεὸν Λόγον τὴν πίστιν ἔχωμεν. Ἄμειλε καὶ ἀνθρώπου γενομένου αὐτοῦ, θεωροῦμεν τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρὸς, πλήρης χάριτος

---

Athanasius Alexandrinus, Epistula Ad Maximum. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000524.
