# Epistulae Ad Castorem [Sp.] 435.23

Athanasius Alexandrinus, Epistulae Ad Castorem [Sp.], 435.23. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/epistulae-ad-castorem-sp/435.23
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/athanasius-alexandrinus/epistulae-ad-castorem-sp/435.23

subjicitur. παραβαίνων τὸν κανόνα τοῦτον εὑρεθῇ, ἐπιτιμίῃ βαρυτάτῃ ὑποβάλλεται πάντα τρόπον τῇ ἰδία ὁμολογίᾳ μετενδύεσθαι τοῦ D μοναστηρίου. ταύτην ἔχει τὴν μέριμναν, ὅπως διδάξῃ τὸν μαθητευόμενον, διὰ ποίας ὁδοὺ ἀρξάμενος δυνήσῃ ἐπὶ τὴν τελειότητα τῶν ἀρετῶν φθάσαι. Ἐν πρώτοις οὖν διδάσκει αὐτὸν σπουδάζειν νικᾶν τὰς ἰδίας ἐπιθυμίας καὶ ἡδονάς, διὰ τὸ ἐπιτάξαιν αὐτῷ τὰ ἐναντία τῶν θελημάτων αὐτοῦ. Οὐδὲ γὰρ ἄλλως λέγουσιν οἱ πατέρες δύνασθαι τινὰ τὰς ἡδονὰς χαλινῶν, ἢ ὀργὴς περιγίνεσθαι, ἢ λύπης, ἢ ταπεινῶσαι ἀληθῶς κτῆσασθαι, ἢ ἀπλῶς μετὰ ἀδελφότητος ἐν κοινωδίῳ καλῶς τελειωθῆναι, εἰ μὴ πρότερον διὰ τῆς ὑπακοῆς νεκρώσῃ τὰ ἑαυτοῦ θελήματα. Ταύταις δὲ ταῖς διατυπώσει καὶ διδασκαλίαις τὸν μαθητευόμενον προδιδάξαντες ὡςἀνελ στοιχείοις τισι, καὶ συλλαβαῖς, ἀκολούθως πάλιν διδάσκουσι μὴ κρύπτειν τοὺς ἰδίους λογισμούς· ἀλλὰ παραχρῆμα ἡνίκα ἐπέρχονται, τούτους τῷ οἰκείῳ Πατρὶ ἀποκαλύπτειν, καὶ μηδὲν περὶ τῆς τοῦτον διακρίσεως τῇ ἰδίᾳ καρδίᾳ πιστεύειν· ἀλλ’ ἕκαστο γινώσκειν ἀγαθὸν ἢ κακὸν εἶναι, ὅπερ ταῖς ἑαυτοῦ διακρίσει δόκιμάσας ὁ Πατὴρ ἀποδείξει. Οὕτω γὰρ δυνήσεται μὴ ἐμπεσὶν ὑπὸ τοῦ ἐχθροῦ ὁ πρὸς ἀρετὴν τυπούμενος ἀπατεῖσθαι, ὡς ἄπειρος, καὶ μὴ τὴν γνώσιν κεκτημένος μεθοδείας· διανὲς τῆς τοῦ διαβόλου τέχνης λέγουσιν εἶναι οἱ Πατέρες, τοῦ ἀναπειθεῖν αὐτὸν τοὺς μαθητευομένους ἀπὸ τῶν Πατέρων κρύπτειν τοὺς ἰδίους λογισμοὺς ἰδίᾳ ὑπεροψίᾳ, ὡς δήθεν ἰκανοὺς ὄντας ἑαυτοῖς τὰ συμφέροντα συμβουλεύεσθαι, ἢ ἰδίᾳ κενοδοξίᾳ αἰσχυνομένων δημοσιεύειν τὰς ἑαυτῶν ἐνθυμήσεις.

---

Athanasius Alexandrinus, Epistulae Ad Castorem [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000529.
