# Epistulae Ad Castorem [Sp.] 455.1

Athanasius Alexandrinus, Epistulae Ad Castorem [Sp.], 455.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/epistulae-ad-castorem-sp/455.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/athanasius-alexandrinus/epistulae-ad-castorem-sp/455.1

A δόλω· τ οὐ τ ἐ σ τ ἰ μὴ παρασκευάσῃτε τὸν Ἥλιον τῆς δικαιοσύνης Χριστὸν, παροργίζοντες αὐτὸν ἐν τῇ τῶν φαύλων λογισμῶν συγκατάθεσει, ἐπιθυμεῖν τὰς καρδίας ὑμῶν· ἵνα μὴ τῇ ἀναχωρήσει αὐτοῦ εὐρῇ ἐν ὑμῖν τόπον ὁ διάβολος. Περὶ τούτου τοῦ ἡλίου καὶ ὁ Θεὸς διὰ τοῦ προφήτου λέγει· « Τοῖς δὲ φοβουμένοις τὸ ὄνομά μου ἀνατελεῖ Ἥλιος δικαιοσύνης, καὶ ἴασις ἔσται ἐν ταῖς πτέρυξιν αὐτοῦ. » Εἰ δὲ καὶ κατὰ τὸ γράμμα ἐκλάβομεν τὸ ῥητόν, οὐδὲ μέχρι δύσεως ἡλίου συγχωρεῖται ἡμῖν φυλάττειν τὴν ὀργήν. Τί οὖν ἐροῦμεν περὶ τούτων, οἵτινες τῇ ἀγριώτητι καὶ μανίᾳ τῆς ἐμπαθοῦς διαθέσεως, οὐ μόνον μέχρι δύσεως τούτου τοῦ ἡλίου διατηροῦσι τὴν ὀργήν, ἀλλὰ καὶ ἐπὶ πλείστας ἡμέρας παρατείνουσι αὐτὴν παρασιωπῶντες ἀπ’ ἀλλήλων, οὐκέτι μὲν διὰ τῶν ῥημάτων ἐκφέροντες αὐτήν, τῇ δὲ πρὸς ἀλλήλους σιωπῇ τὸν τῆς μνησικακίας ἰὸν εἰς ὀλεθρον αὐτῶν ἐξάπτουσι, ἀγνοοῦντες, ὅτι μὴ μόνον ἐκ τῆς κατ’ ἐνέργειαν ἁμαρτίας ἀπέχεσθαι δεῖ, ἀλλὰ καὶ ἀπὸ τῆς κατὰ διάνοιαν, ἵνα μὴ, τῷ σκότει τῆς μνησικακίας ὁ νοὺς ἀμαυρωθεὶς, ἐκπίπτῃ τοῦ φωτὸς τῆς γνώσεως, καὶ τῆς διακρίσεως, καὶ στερηθῇ τῆς τοῦ ἁγίου Πνεύματος οἰκήσεως. Διὰ γὰρ τοῦτο καὶ ὁ Κύριος ἐν Εὐαγγελίοις κελεύει ἀφεῖναι τὸ δῶρον ἐπὶ τὸ θυσιαστήριον, καὶ διαλλάττεσθαι τῷ ἀδελφῷ· ἐπεὶ μὴ δυνατὸν εὐπρόσδεκτον γενέσθαι, θυμοῦ καὶ μνησικακίας ἐναποκειμένων ἡμῖν. Καὶ ὁ Ἀπόστολος διλέγων ἀδιαλείπτως προσεύχεσθαι, καὶ ἐν παντὶ τόπῳ ἐπαίρειν ὁσίας χεῖρας, χωρὶς ὀργῆς καὶ διὰ λογισμῶν τοῦτο ἡμᾶς διδάσκει. Περιλείπεται τοίνυν ἢ μηδέποτε προσεύχεσθαι, καὶ κατὰ τοῦτο ὑποδιδόναι ἑαυτὴν ἀποστολικῷ παραγγέλματι, ἢ σπουδάζοντας φυλάττειν τὰ προστάγματα, χωρὶς ὀργῆς καὶ μνησικακίας τοῦτο ποιεῖν. Καὶ ἐπειδὴ πολλάκις λυπηθῆναι ἀδελφῶν ἢ ταραχθέντων περιφρονοῦμεν λέγοντες, οὐκ ἐξ ἡμετέρας αἰτίας τούτους λελυπηθῆναι, ὁ τῶν ψυχῶν ἰατρὸς τὰς προφάσεις τῆς ὀργῆς ῥιζῶδεν ἀπὸ καρδίας ἀνασπάσαι βουλόμενος, οὐ μόνον εἰ τύχοιμεν ἡμεῖς λελυπημένοι κατὰ τοῦ ἀδελφοῦ, προστάσσει ἀφεῖναι τὸ δῶρον, καὶ διαλλάττεσθαι τούτῳ· ἀλλὰ καὶ εἰ αὐτὸς λελύπηται καθ’ ἡμῶν δικαίως ἢ ἀδίκως, τοῦτον διὰ τῆς ἀπολογίας θεραπεύειν, καὶ τότε προσφέρειν τὸ δῶρον. Ἄλλὰ τί ἐπιπολὺ τοῖς εὐαγγελικοῖς καὶ ἀποστολικοῖς παραγγέλμασιν ἐνδια-

---

Athanasius Alexandrinus, Epistulae Ad Castorem [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000529.
