# Epistulae Ad Castorem [Sp.] 458.1

Athanasius Alexandrinus, Epistulae Ad Castorem [Sp.], 458.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/epistulae-ad-castorem-sp/458.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/athanasius-alexandrinus/epistulae-ad-castorem-sp/458.1

ἔχρωνα αὐτήν, καὶ παραπαλῆχα ἀπεργάζεται, τῷ τῆς ἀπογνώσεως λοιπὸν ἐνθράσσει λογισμῷ. Διὰ τοῦτο εἰς σκοπὸς ἡμῖν ἔστω ἀγωνισάσθαι τὸν πνευματικὸν ἀγῶνα, καὶ νικᾶσθαι σὺν Θεῷ τὰ πνεύματα τῆς πονηρίας, καὶ πᾶση φυλακῇ τηρεῖσθαι τὴν ἑαυτῶν καρδίαν ἀπὸ τοῦ πνεύματος τῆς λύπης. Ὥσπερ γὰρ σῆς ἱμάτιον, καὶ σκώλης ξύλον, οὕτως ἡ λύπη τὸν τοῦ ἀνθρώπου ψυχὴν κατασθίει, ἐκκλίνειν πειθοῦσα πᾶσαν ἀγαθὴν συντυχίαν, καὶ οὐδὲ παρὰ τῶν γνησίων φίλων λόγον συμβουλίας δέχεσθαι συγχωροῦσα, οὐδὲ χρηστὴν ἀποκρίνιν τῇ εἰρηνικῇ ἐπιτρέπουσα τοῦτο μεταδοῦναι· ἀλλὰ πᾶσαν τὴν ψυχὴν θλίβουσα, πικρίας αὐτὴν καὶ ἀκηδίας πλήρου· καὶ λοιπὸν ὑποβάλλει αὐτὴν φεύγειν τοὺς ἀνθρώπους, ὡς αἰτίους αὐτῆς τῆς ταραχῆς γενομένους· καὶ οὐ συγχωρεῖ αὐτὴν ἐπιγινώσκειν, ὅτι οὐκ ἐξώθεν, ἀλλ’ ἔνδοθεν ἔχει τὴν νόσον ἀποκειμένην, ἥτις τότε φανερῶται, ὅταν οἱ πειρασμοὶ ἐπιστῶσις διὰ τῆς γυμνασίας εἰς τὸ ἐμφανεῖς αὐτὴν προενέγκωσιν. Οὐδέποτε γὰρ ὑπὸ ἄλλου βλάπτεται ἄνθρωπος, εἰ μὴ ἔνδοθεν ἀποκειμένην ἔχει τὴν νόσον, ἥτοι τὰς τῶν παλῶν αἰτίας, καὶ τούτου χάριν ὁ πάντων δημιουργὸς καὶ ἰατρὸς τῶν ψυχῶν Θεός, καὶ μόνος ἐπιστάμενος τὰ τραύματα τῆς ψυχῆς ἀκριβῶς, οὐ τὰς τῶν ἀνθρώπων διατριβὰς παραγγέλλει καὶ καταλιμπάνειν, ἀλλὰ τὰς ἐν ἡμῖν τῆς κακίας ἐκκόπτειν αἰτίας, γινώσκων τὴν αἰτίαν τῆς ψυχῆς ὑγείας οὐκ ἐν τῷ χωρισμῷ τῶν ἀνθρώπων κατορθοῦσθαι, ἀλλ’ ἐν τῇ τῶν ἀνθρώπων συνδιαγωγῇ καὶ γυμνασίᾳ. Ὅταν τοίνυν διὰ τινὰς εὐλόγους σβῆν προφάσεις τοὺς ἀδελφοὺς καταλιμπάνωμεν, οὐ τὰς τῆς λύπης ἀφορμὰς ἐξεκάλυψαμεν, ἀλλὰ μόνον ἐνηλλάξαμεν αὐτὰς τῆς ἐναποκειμένης ἐνδὸν νόσου, καὶ διετο... πραγμάτων ταύτας ἀνακινούσης. Διὰ τοῦτο κατὰ τῶν ἔνδοθεν παθῶν ἄπας ἡμῖν ἔστω ὁ πόλεμος. Τοῦτον γὰρ παθὶ τὸν Θεοῦ συνεργὸς ἐκδηληθέντων, οὐ λέγω μετὰ ἀνθρώπων, ἀλλὰ καὶ μετὰ θνητῶν εὐχῶν συνδιατρίβωμεν. κατὰ τὸ ὑπὸ τοῦ μακαρίου Ἰωβ εἰρημένον· Ἕθρες ἄγριοι εἰρηνεύσουσί σοι. Προηγουμένως τοίνυν ἀγωνιστέον κατὰ τοῦ πνεύματος τῆς λύπης, τοῦ βάλλοντος τὴν ψυχὴν εἰς ἀπόγνωσιν, ὅπως ἀπελάσωμεν τοῦτο τῆς ἡμετέρας καρδίας. Τοῦτο γὰρ τὸν Κάιν οὐ συνεχώρησε μετὰ τὴν ἀδελφοκτονίαν μετανοῆσαι, οὔτε τὸν Ἰούδαν μετὰ τὴν τοῦ Δεσπότου προδοσίαν. Ἐκεῖνην μόνην τὴν λύπην ἀσκήσωμεν, ἥτις ἐπὶ τῇ μετανοίᾳ τῶν ἁμαρτημάτων μετὰ ἐλπίδος ἀγαθῆς γινόμενη, καὶ τῇ ἐπιτίμησι τῶν ἐν οὐρανοῖς ἀγαθῶν ἐπικτιζομένη. Περί ἧς καὶ ὁ Ἀπόστολος εἶπεν, ὅτι· Ἡ κατὰ Θεὸν λύπη... τῇ ἐλπίδι τῆς μετανοίας τρέπουσα τὴν ψυχὴν, χαρὰ σύμμιχτος ὑπάρχει· ὅθεν καὶ πρόθυμον καὶ ὑπήκοον πρὸς πᾶσαν ἀγαθὴν ἐργασίαν παρασκευάζει τὸν ἄνθρωπον εὐπρόσδον, ταπεινόν

---

Athanasius Alexandrinus, Epistulae Ad Castorem [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000529.
