# Epistulae Ad Castorem [Sp.] 461.2

Athanasius Alexandrinus, Epistulae Ad Castorem [Sp.], 461.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/epistulae-ad-castorem-sp/461.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/athanasius-alexandrinus/epistulae-ad-castorem-sp/461.2

8. Ὀγδοὸς ἡμῖν ἐστὶν ἀγὼν κατὰ τοῦ πνεύματος τῆς ὑπερηφανίας· χαλεπώτατος οὗτος καὶ πάντων τῶν προτέρων ἀγριώτερος, τοὺς τελείους μάλιστα πολεμῶν, καὶ σχεδὸν τοὺς τὸ ὕψος τῶν ἀρετῶν ἀναβέβηκῶτας ἐπιχειρεῖ καταστρέφειν· καὶ καθάπερ νόσος λοιμικὴ φθοροποιὸς οὐχὶ μέρος τοῦ σώματος, ἀλλ’ ὅλον διαφθείρει. Καὶ τῶν μὲν ἄλλων παθῶν ἕκαστον, εἰ καὶ ταράσσει τὴν ψυχήν, ἀλλὰ πρὸς μίαν τὴν ἀντικεῖμένην αὐτῷ ἀρετὴν πολεμοῦν, καὶ ταύτῃ νικῆσαι φιλονεικοῦν, ἐκ μέρους ἐπισκοτεῖ τὴν ψυχήν, καὶ B ταράσσει· αὕτην τὸ δὲ τῆς ὑπερηφανίας πᾶσαν αὐτὴν ἐπισκοτεῖ, καὶ εἰς πτῶσιν ἄγει ἐσχάτην. Καὶ ἵνα σαφέστερον νοήσωμεν τὸ εἰρημένον, σκοπήσωμεν οὕτως. Ἡ γαστριμαργία τὴν ἁσκητικὴν σπουδὴν διαφθείρει, ἡ πορνεία τὴν σωφροσύνην, ἡ φιλαργυρία τὴν ἀκτημοσύνην· ὁ θυμὸς τὴν πραότητα, καὶ τὰ λοιπὰ τῆς κακίας εἴδη τὰς ἐναντίας αὐτῶν ἀρετάς· ἡ δὲ τῆς ὑπερηφανίας κακία, ὅταν κυριεύσῃ τῆς ἀθλίας ψυχῆς, ὡσπερ τις χαλεπώτατος τύραννος μεγάλῃ πόλει καὶ ὑψηλῇ παραλαβών, ὅλην αὐτὴν καταστρέφει, καὶ ἕως θεμελίων κατασκάπτει. Καὶ μάρτυς τούτου ὁ ἄγγελος ὁ ἐκ τοῦ οὐρανοῦ πεσὼν διὰ τὴν ὑπερηφανίαν· ὃς, ἐκ τοῦ Θεοῦ κτισθεὶς, καὶ πᾶσῃ ἀρετῇ καὶ σοφίᾳ κοσμηθεὶς, οὐ τῇ τοῦ Δεσπότου χάριτι ἐδούλητο ταῦτα ἐπιγράφεσθαι, ἀλλὰ τῇ ἰδίᾳ φύσει· C οὗνεκα καὶ ἴσον ἑαυτὸν ὑπέλαβεν εἶναι Θεοῦ. Καὶ ταύτην αὐτοῦ τὴν ἐνδύνησιν ἐλέγχων ὁ προφήτης φησίν· « Εἶπας ἐν τῇ καρδίᾳ σου· Καθίσω ἐν ὄρει ὑψηλῇ, θήσω τὸν θρόνον μου ἐπὶ τῶν νεφελῶν, καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ. » Σὺ δὲ ἄνθρωπος, καὶ οὐ Θεός. Καὶ ἄλλος προφήτης λέγει· « Τί ἐγχαυχῇ ἐν κακίᾳ, ὁ δυνατός; » καὶ μετ’ ὀλίγα· « Ἡγάπησας πάντα ῥήματα καταποντισμοῦ, γλῶσσαν δολίαν. Διὰ τοῦτο ὁ Θεὸς καθελεῖ σε εἰς τέλος, ἐκτίσει σε, καὶ μεταναστεύσει σε ἀπὸ σκηνώματος σου, καὶ τὸ ρίζωμα σου ἐκ γῆς ζώντων. Ὁρῶνται δίκαιοι, καὶ φοβηθήσονται, καὶ ἐπ’ αὐτὸν γελάσονται, καὶ ἐροῦσιν· Ἰδοὺ ἄνθρωπος ὃς οὐκ ἔθετο τὸν Θεὸν βοηθὸν αὐτοῦ, καὶ ἐνεδυναμώθη ἐπὶ τῇ ματαιότητι αὐτοῦ. » Ταῦτα τοίνυν γινώσκοντες, φοβηθῶμεν, καὶ πᾶσῃ φυλακῇ τηρήσωμεν τὴν ἑαυτῶν καρδίαν ἀπὸ τοῦ θανατηφόρου D πνεύματος τῆς ὑπερηφανίας, ἐπιλέγοντες ἑαυτοῖς τὸ τοῦ Ἀποστόλου, ὅταν ἀρετὴν τινὰ κατορθώσωμεν· « Οὐχ ἐγὼ δέ, ἀλλ’ ἡ χάρις τοῦ Θεοῦ τῇ σὺν ἐμοί· » καὶ τὸ ὑπὸ τοῦ Κυρίου εἰρημένον, ὅτι « Χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν· » καὶ τὸ ὑπὸ τοῦ Προφήτου· « Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες· » καὶ πάλιν· « Οὐ τοῦ θελοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ. » Καὶ γὰρ εἰ καὶ τὰ μάλιστα ἔσται τις ζέων τῇ προθυμίᾳ, καὶ σπουδαῖος τῇ προαιρέσει, ἀλλὰ σαρκὶ συνδεδεμέ-

---

Athanasius Alexandrinus, Epistulae Ad Castorem [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000529.
