# Fragmenta Varia 652.4-653.2

Athanasius Alexandrinus, Fragmenta Varia, 652.4 to 653.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/fragmenta-varia/652.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/athanasius-alexandrinus/fragmenta-varia/652.4

15 Τὸν γὰρ Ἀδὰμ ἐνδυσάμενος σὺν τοῖς παθημασιν κατὰ πάντα χωρὶς ἁμαρτίας, τὸν κεχλημένον Ἰησοῦν, ἵνα δι' αὐτοῦ τὸ ἀπολωλὸν πρόβατον προσάξῃ τῷ Πατρὶ, ὡς πρόβατον ἐπὶ σφαγὴν ἡχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κειράντος αὐτὸν ἤρηνεν· περὶ οὗ Παῦλος γράφει, Ἄνθρωπος Χριστὸς Ἰησοῦς, ὁ δὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν. Καὶ ἐν ἑτέρῳ τόπῳ φησίν· Δι᾽ ἀνθρώπου ὁ θάνατος, καὶ δι᾽ ἀνθρώπου ἡ ζωὴ. Ὅσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται. 16. Δι᾽ αὐτοῦ τοῦ Λόγου πάντα ἐγένετο καὶ ἐκτίσθη· οὐχ αὐτὸς δὲ ἐγένετο, ἀλλ᾽ ὑπὲρ δι᾽ ἡμᾶς ἐφόρεσεν ἄνθρωπον γεγονότα καὶ κτισθέντα δηλοῦσιν αἱ Γραφαί. Φησὶ γὰρ ὁ Κύριος· Πᾶν κλῆμα μένον ἐν ἐμοὶ καρπὸν φέρει· καὶ ἐν τῷ ἐφόρεσεν ἀνθρώπῳ τῷ ἐκ τοῦ γένους Ἀδὰμ ἐζωοποίησε τὸ ἐκ τοῦ γένους Ἀδὰμ.

---

Athanasius Alexandrinus, Fragmenta Varia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000533.
