# Fragmenta Varia 655.3

Athanasius Alexandrinus, Fragmenta Varia, 655.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/fragmenta-varia/655.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/athanasius-alexandrinus/fragmenta-varia/655.3

24 Χρὴ τοίνυν ἡμᾶς, ὡς ἐπιστήμονας οἰκονόμους μυστηρίων θείων, μεταδιδόναι τὸν λόγον πρὸς ὁ χωρεῖν ἕκαστος δύναται· ῥήγνυνται γὰρ οἱ παλαιοὶ ἄσκοι μὴ χωροῦντες τὸν νέον τῆς ἀληθινῆς ἀμπελίου οἶνον, τούτεστι τὸν λόγον τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἐπεὶ τοίνυν τινές, μᾶλλον δὲ καὶ πολλ-ί, οἱ μήπω μαθηταὶ γεγόνενοι, ἐκ προπετείας ἐπὶ τὸ διδάσκειν ἐληλύθασιν, οὐχ εἰδότες οὔτε ἀ λέγουσι, οὔτε περὶ τίνων διαβεβαιούται, τυφλῶντες τοὺς τῆς διανοίας ὀφθαλμούς, οὐχ ἔχοντες νοῦν ὀρώντα τὸν Θεόν, ὡς ὁ Ἰακώβ, οὔτε καρδίαν καθαράν τὴν ὁμομένην τὸν Θεόν· τὰ διὰ τὸν ἄνθρωπον τοῦ Σωτῆρος, ὃν δι’ ἡμᾶς ἔφρεσε, γεγραμμένα ῥητὰ, καὶ ἔργα ταπεινά, καὶ πτωχὰς φωνάς, τῇ θεότητι τοῦ Λόγου συνάπτουσι, πλανῶντες καὶ πλανῶσι τοὺς ἀμαθεῖς καὶ ἀσπρίκτους· ἀνάγκην ἔχομεν, ὡς ὁ Ἰούδας γράφει, ἐκθεῖναι διὰ τῆς ἐπιστολῆς, ποία ῥητὰ τῇ θεότητι τοῦ Λόγου ἀρμόζει, καὶ ποία τῷ δι’ ἡμᾶς ἀναληφθέντι ἀνθρώπῳ. Ὡς γὰρ ἐν ἑνὶ βαλαντίῳ χρυσέα νομίσματα καὶ ἀργύριον ἀπόκειται, ἑνὸς βασιλέως εἰκόνα καὶ ἐπιγραφὴν τοῦ ὀνόματος ἑκάτερα ἔχοντα, ἀλλ’ οἶδεν ὁ φυλάσσων αὐτὰ τραπεζῖτης τὴν τοῦ χρυσίου ὑπεροχήν, παρὰ τὴν ὑποδιδηκυτίαν τοῦ ἀργυρίου τιμήν· οὕτως κἀν ἐν μιξ Γραφῇ περὶ τῆς θεότητος τοῦ Υἱοῦ καὶ περὶ τοῦ ἐκ

---

Athanasius Alexandrinus, Fragmenta Varia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000533.
