# Fragmenta Varia 657.2

Athanasius Alexandrinus, Fragmenta Varia, 657.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/fragmenta-varia/657.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/athanasius-alexandrinus/fragmenta-varia/657.2

26. Ὅταν δὲ ὁ ἡμέτερος διδάσκαλος φάσκῃ ἐν ἑτέρῳ τόπῳ· Κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν· μὴ δόξῃς ποίημα εἶναι τὸν ἀπ᾽ ἀρχῆς πρὸς τὸν Πατέρα Θεὸν Λόγον. Οὐ γὰρ τὴν ἀόρατον θεότητα λέγει κατανοεῖν· ἀλλὰ τὸν Κυριακὸν ἄνθρωπον, ὃν εἶπεν ὁ Παῦλος μεσίτην Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπον Χριστὸν Ἰησοῦν, τὸν δόντα ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν. Ὃν εἶπεν κατανοεῖν Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν· ὡς φησιν ὁ Κύριος· Κατανοήσατε τοὺς κόρακας, πῶς οὐ σπείρουσι, καὶ τὴ ξῆς· καὶ πάλιν· Κατανοήσατε τὰ κρίνα τοῦ ἀγροῦ πῶς αὐξάνουσι. Τὰ οὖν φαινόμενα λέγει κατανοεῖν, καὶ οὐχ ἀγγέλους ἢ ἑτέρας κτίσεις ἀόρατους. Κἄν γὰρ λέγῃ Ἀμβακοῦμ ὁ προφήτης· Κατευνόσα τὰ ἔργα σου, καὶ ἐξέστην· ἔργα, λέγει, κατενόησα, καὶ οὐ τὸν τῶν ἔργων ποιητήν. Καὶ ὁ Ἀπόστολος τὸ φαινόμενον τοῦ Κυρίου σῶμα λέγει κατανοεῖν, οὐ τὴν ἀόρατον τοῦ Λόγου θεότητα· Θεὸν γὰρ οὐδεὶς ἑώρακε πώποτε, οὐδὲ ἰδεῖν δύναται· καίπερ Θεὸς ἦν ὁ Λόγος· καὶ ἔστιν, ὡς φησιν ὁ θεολόγος Ἰωάννης. Ὃν τοίνυν κατανοεῖν ἀκούομεν ἄνθρωπον Χριστὸν Ἰησοῦν, ὃς δέδωκεν ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν, ὃν λέγει ἀπόστολον καὶ ἀρχιερέα πιστὸν ὄντα, τὸ ποίημα νοεῖν λέγει. Πάντα οὖν ἐκτισθῆσαν· κτίσμα δὲ οὐκ ἔστιν ὁ τοῦ Θεοῦ Λόγος, ὃς ἔστιν Υἱός, ἀλλὰ γέννημα κατὰ φύσιν· τὰ γὰρ πάντα ὁ Πατὴρ διὰ τοῦ Λόγου ἐκτίσατο, ὡς φησιν ὁ Παῦλος· Ἐν ᾧ τὰ πάντα ἐκτισθῆσαν· καὶ ὡς ὁ Ἰωάννης λέγει· Πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδέν. Αὐτὸν δὲ τὸν Λόγον οὐ κτίζει, ἀλλὰ γεννᾷ Θεός· δι᾽ αὐτοῦ γὰρ τοῦ Λόγου πάντα ἐγένετο καὶ ἐκτίσθη· οὐχ αὐτὸς δὲ ἐγένετο, ἀλλ᾽ ὑπὲρ δι᾽ ἡμᾶς ἐφόρεσεν ἄνθρωπον γενομένα καὶ κτισθέντα δηλοῦσιν αἱ Γραφαί.

---

Athanasius Alexandrinus, Fragmenta Varia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000533.
