# Oratio I contra Arianos 19.1

Athanasius Alexandrinus, Oratio I contra Arianos, Chapter 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/oratio-i-contra-arianos/19.1

19. Εἰ πηγὴ σοφίας καὶ ζωῆς ἐστι καὶ λέγεται ὁ Θεὸς, ὡς διὰ μὲν Ἱερεμίου, ‘ ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος·᾿ καὶ πάλιν, ‘ Θρόνος δόξης ὑψωμένος, ἁγίασμα ἡμῶν· ὑπομονὴ Ἰσραὴλ, Κύριε, πάντες οἱ ἐγκαταλιπόντες σε αἰσχυνθήτωσαν· ἀφεστηκότες, ἐπὶ τῆς γῆς γραφήτωσαν· ὅτι ἐγκατέλιπον πηγὴν ζωῆς τὸν Κύριον·᾿ ἐν δὲ τῷ Bαροὺχ γέγραπται· ‘ ἐγκατελίπετε τὴν πηγὴν τῆς σοφίας·’ ἀκόλουθον ἂν εἴη τὴν ζωὴν καὶ τὴν σοφίαν μήτε ξένα τῆς οὐσίας τῆς ‘πηγῆςʼ εἶναι, ἀλλʼ ἴδια, μήτε ἀνύπαρκτά ποτε εἶναι, ἀλλʼ ἀεὶ εἶναι. Ἔστι δὲ ταῦτα ὁ Υἱὸς, ὁ λέγων, ‘ Ἐγώ εἰμι ἡ ζωὴ,’ καὶ, ‘ Ἐγὼ ἡ Σοφία κατεσκήνωσα βουλήν.᾿ Πῶς τοίνυν οὐκ ἀσεβεῖ ὁ λέγων, ‘ἦν ποτε ὅτε οὐκ ἦν ὁ Υἱός ;᾿ Ἴσον γάρ ἐστιν εἰπεῖν, ‘ ἦν ποτε ὅτε ἡ πηγὴ ξηρὰ ἦν, χωρὶς τῆς ζωῆς καὶ τῆς σοφίας.᾿ Ἡ δὲ τοιαύτη οὐκ ἂν εἴη πηγή· τὸ γὰρ μὴ ἐξ ἑαυτοῦ γεννῶν οὐκ ἔστι πηγή. Ὅσης δὲ ἀτοπίας γέμον ἐστὶ τοῦτο ὁ μὲν γὰρ Θεὸς τοὺς ποιοῦντας αὐτοῦ τὸ θέλημα ἐπαγγέλλεται ὡς πηγὴν ἔσεσθαι, ἣν μὴ ἐξέλιπεν ὕδωρ, λέγων διὰ Ἡσαΐου τοῦ προφήτου, ‘ Καὶ ἐμπλησθήσῃ, καθάπερ ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ τὰ ὀστᾶ σου πιανθήσεται, καὶ ἔσται ὡς κῆπος μεθύων, καὶ ὡς πηγὴ, ἣν μὴ ἐξέλιπεν ὕδωρ·᾿ οὗτοι δὲ τὸν Θεὸν, λεγόμενον καὶ ὄντα πηγὴν τῆς σοφίας, ἄγονον αὐτὸν καὶ λείψαντά ποτε τῆς ἰδίας σοφίας δυσφημεῖν τολμῶσιν. Ἀλλὰ τὰ μὲν παρὰ τούτων ἐστὶ ψεύδη· ἡ δὲ ἀλήθεια μαρτυρεῖ πηγὴν ἀΐδιον εἶναι τὸν Θεὸν τῆς ἰδίας σοφίας. Ἀϊδίου δὲ τῆς πηγῆς οὔσης, ἐξ ἀνάγκης καὶ τὴν Σοφίαν ἀΐδιον εἶναι δεῖ. Ἐν ταύτῃ γὰρ καὶ τὰ πάντα γέγονεν, ὡς ψάλλει Δαβὶδ, ‘Πάντα ἐν σοφίᾳ ἐποίησας·ʼ καὶ Σολομών φησιν, ‘ Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν, ἡτοίμασε δὲ οὐρανοὺς ἐν φρονήσει.᾿ Αὐτή τε ἡ Σοφία ἐστὶν ὁ Λόγος, καὶ ‘ δι᾿ αὐτοῦ,ʼ ὡς Ἰωάννης φησὶν, ‘ ἐγένετο τὰ πάντα, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.᾿ Καὶ αὐτός ἐστιν ὁ Χριστός· ‘ εἷς γὰρ Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτὸν, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι᾿ οὖ τὰ πάντα, καὶ ἡμεῖς δι᾿ αὐτοῦ.᾿ Εἰ δὲ τὰ β. πάντα διʼ αὐτοῦ, αὐτὸς οὐκ ἂν εἴη συναριθμούμενος τοῖς πᾶσιν. Ὁ γὰρ τολμῶν τὸν ‘ διʼ οὗ τὰ πάνταʼ λέγειν ἕνα εἶναι τῶν πάντων, πάντως δή που καὶ περὶ Θεοῦ, ‘ἐξ οὗ τὰ πάντα,ʼ τὸ αὐτὸ λογίσεται. Εἰ δὲ τοῦτο ὡς ἄτοπον φεύγει τις, καὶ διίστησιν ὡς ἄλλον ἀπὸ ‘ τῶν πάντων τὸν Θεὸν, ἀκόλουθον ἂν εἴη καὶ τὸν μονογενῆ Υἱὸν, ἴδιον ὄντα τῆς τοῦ Πατρὸς οὐσίας, ἄλλον λέγειν εἶναι τῶν πάντων· μὴ ὄντος δὲ αὐτοῦ τῶν πάντων, οὐ θέμις ἐπʼ αὐτοῦ λέγειν τὸ ‘ ἦν ποτε ὅτε οὐκ ἦν,ʼ καὶ, ‘ οὐκ ἦν πρὶν γεννηθῇ.ʼ Αἱ τοιαῦται γὰρ φωναὶ κατὰ τῶν ποιημάτων ἁρμόζουσι λέγεσθαι· αὐτὸς δὲ ὁ Υἱὸς τοιοῦτός ἐστιν, οἷός ἐστιν ὁ Πατὴρ, οὗ καὶ ἔστι τῆς οὐσίας ἴδιον γέννημα, Λόγος, καὶ Σοφία. Τοῦτο γὰρ ἴδιον τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα, καὶ τοῦτο τὸν Πατέρα τοῦ Υἱοῦ δείκνυσιν ἴδιον, ὥστε μήτε τὸν Θεὸν λέγειν ποτὲ ἄλογον, μήτε τὸν Υἱὸν ἀνύπαρκτόν ποτε λέγειν. Ἐπεὶ διὰ τί Υἱὸς. εἰ μὴ ἐξ αὐτοῦ ; ἢ διὰ τί Λόγος καὶ Σοφία, εἰ μὴ ἀεὶ καὶ ἴδιον αὐτοῦ;

---

Athanasius, Oratio I contra Arianos, ed. William Bright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2035.tlg130.local001/.
