# Oratio I contra Arianos 28

Athanasius Alexandrinus, Oratio I contra Arianos, Chapter 28. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/oratio-i-contra-arianos/28

28. Ὅτι δὲ οὐ δεῖ τὴν τοῦ Θεοῦ γέννησιν παραβάλλειν τῇ τῶν ἀνθρώπων φύσει, καὶ νομίζειν ‘ μέρος’ εἶναι τοῦ Θεοῦ τὸν Υἱὸν αὐτοῦ, ἢ ὅλως τι ‘πάθοςʼ σημαίνειν τὴν γέννησιν, φθάσαντες μὲν εἴπομεν ἐν τοῖς ἔμπροσθεν, καὶ νῦν δὲ τὰ αὐτά φαμεν· ‘οὐκ ἔστιν ὡς ἄνθρωπος ὁ Θεός,᾿ Ἄνθρωποι μὲν γὰρ παθητικῶς γεννῶσι, ῥευστὴν ἔχοντες τὴν φύσιν, καὶ χρόνους ἀναμένοντες διὰ τὴν ἀσθένειαν τῆς ἰδίας φύσεως· ἐπὶ δὲ Θεοῦ τοῦτο λέγειν οὐκ ἔστιν. Οὐ γὰρ ἐκ μερῶν συγκείμενός ἐστιν, ἀλλὰ καὶ ἀπαθὴς ὢν καὶ ἀπλοῦς, ἀπαθῶς καὶ ἀμερίστως τοῦ Υἱοῦ Πατήρ ἐστι· καὶ τούτου πάλιν μέγα τεκμήριον καὶ ἀπόδειξις ἐκ τῶν θείων γραφῶν. Ὁ Λόγος γὰρ ὁ τοῦ Θεοῦ Υἱός ἐστιν αὐτοῦ, καὶ ὁ Υἱὸς Λόγος ἐστὶ τοῦ Πατρὸς καὶ Σοφία· Λόγος δὲ καὶ Σοφία οὔτε κτίσμα οὔτε μέρος ἐστὶ τούτου, οὗ καὶ ἔστι Λόγος, οὔτε κατὰ πάθος ἐστὶ γέννημα. Ἀμφότερα γοῦν ἡ γραφὴ συνάπτουσα, ‘Υἱὸν᾿ μὲν ἔφησεν, ἵνα τὸ φύσει καὶ ἀληθινὸν τῆς οὐσίας γέννημα εὐαγγελίσηται· ἵνα δὲ μή τις ἀνθρώπινον ὑπολάβοι τὸ γέννημα, πάλιν τὴν οὐσίαν αὐτοῦ σημαίνων, ‘Λόγονʼ αὐτὸν εἶναι καὶ Σοφίαν καὶ ἀπαύγασμά φησιν. Ἐκ γὰρ τούτου καὶ τὸ ἀπαθὲς τῆς γεννήσεως, καὶ τὸ ἀΐδιον, καὶ τῷ Θεῷ πρέπον λογιζόμεθα. Ποῖον οὖν πάθος, ἢ ποῖον μέρος ἐστὶ τοῦ Πατρὸς ὁ Λόγος, καὶ ἡ Σοφία, καὶ τὸ ἀπαύγασμα ; Καὶ τοῦτο δυνατὸν καὶ αὐτοὺς τοὺς ἄφρονας μαθεῖν. Ὡς γὰρ γυναικῶν ἐπύθοντο περὶ υἱοῦ, οὕτως καὶ ἄνδρας ἐπερωτάτωσαν περὶ τοῦ λόγου, ἵνα μάθωσιν ὅτι οὔτε πάθος αὐτῶν, οὔτε μέρος ἐστὶ τοῦ νοῦ τούτων ὁ λόγος ὃν προφέρονται. Εἰ δὲ τῶν ἀνθρώπων, καίτοι παθητῶν ὄντων καὶ μεριστῶν ὄντων, τοιοῦτος ὁ λόγος, διὰ τί περὶ τοῦ ἀσωμάτου καὶ ἀμερίστου Θεοῦ πάθη καὶ μέρη λογίζονται, ἵνα, τοῦτο προσποιούμενοι δῆθεν εὐλαβεῖσθαι, ἀρνήσωνται τὴν ἀληθῇ καὶ φύσει γέννησιν τοῦ Υἱοῦ ; Καὶ ὅτι μὲν τὸ ἐκ τοῦ Θεοῦ γέννημα οὐκ ἔστι πάθος, ἱκανῶς διὰ τῶν ἔμπροσθεν ἀποδέδεικται· δέδεικται δὲ καὶ ἰδίᾳ νῦν ὁ Λόγος οὐ κατὰ πάθος γεννώμενος. Ἀκουέτωσαν δὲ καὶ περὶ τῆς Σοφίας τὰ αὐτά· οὐκ ἔστιν ὡς ἄνθρωπος ὁ Θεός·᾿ μὴ ἀνθρώπινον φανταζέσθωσαν καὶ ἐν τούτῳ περὶ αὐτοῦ. Καὶ γὰρ τῶν ἀνθρώπων πάλιν δεκτικῶν σοφίας γεγονότων, ὁ Θεὸς, οὐδενὸς μετέχων, αὐτὸς τῆς ἑαυτοῦ Σοφίας Πατήρ ἐστιν, ἧς οἱ μετέχοντες εἰώθασι σοφοὶ καλεῖσθαι· καὶ ἔστι καὶ αὐτὴ ἡ Σοφία οὐ πάθος, οὐδὲ μέρος, ἀλλὰ γέννημα ἴδιον τοῦ πατρός. Διὰ τοῦτο ἀεὶ Πατὴρ, καὶ οὐκ ἐπιγέγονε τῷ Θεῷ τὸ ‘πατὴρ,᾿ ἵνα μὴ καὶ τρεπτὸς εἶναι νομισθῇ. Εἰ γὰρ καλὸν τὸ εἶναι αὐτὸν Πατέρα, οὐκ ἀεὶ δὲ ἦν Πατὴρ, οὐκ ἀεὶ ἄρα τὸ καλὸν ἦν ἐν αὐτῷ.

---

Athanasius, Oratio I contra Arianos, ed. William Bright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2035.tlg130.local001/.
