# Oratio I contra Arianos 30

Athanasius Alexandrinus, Oratio I contra Arianos, Chapter 30. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/oratio-i-contra-arianos/30

30. Ταῦτα τοὺς μὲν πιστοὺς εὐφραίνει, τοὺς δὲ αἱρετικοὺς λυπεῖ βλέποντας ἀναιρουμένην αὐτῶν τὴν αἵρεσιν· καὶ γὰρ κἀκείνη πόλιν αὐτῶν ἡ ἐρώτησις ἐν τῷ λέγειν,‘ Ἓν τὸ ἀγένητον, ἢ δύο ; ᾿ οὐκ ὀρθὴν αὐτῶν δείκνυσι τὴν διάνοιαν, ἀλλʼ ὕποπτον καὶ δόλου μεστήν. Οὐ γὰρ ἐπὶ τιμῇ τοῦ Πατρὸς οὕτως ἐρωτῶσιν, ἀλλʼ ἐπὶ ἀτιμίᾳ τοῦ Λόγου. Ἄν γοῦν τις, ἀγνοῶν τὴν πανουργίαν αὐτῶν, ἀποκρίνηται, ‘ Ἓν τὸ ἀγένητον,ʼ εὐθὺς τὸν ἑαυτῶν ἰὸν ἐξεμοῦσι λέγοντες· ‘Οὐκοῦν ὁ Υἱὸς τῶν γενητῶν ἐστι, καὶ καλῶς εἰρήκαμεν, Οὐκ ἦν πρὶν γενηθῇ.᾿ Πάντα γὰρ φυρῶσι καὶ κυκῶσιν, ἵνα μόνον διαστήσωσι τὸν Λόγον ἀπὸ τοῦ Πατρὸς, καὶ τὸν δημιουργὸν τῶν ὅλων τοῖς ποιήμασι συναριθμήσωσι. Πρῶτον μὲν οὖν καὶ κατὰ τοῦτο καταγνώσεώς εἰσιν ἄξιοι, ὅτι μεμφόμενοι τοῖς ἐν Νικαίᾳ συνελθοῦσιν ἐπισκόποις ὡς ἀγράφοις χρησαμένοις λέξεσι, καίτοι μὴ δυσφήμοις, ἀλλ᾿ ἐπʼ ἀναιρέσει τῆς ἀσεβείας αὐτῶν κειμέναις, ηὐτομόλησαν εἰς τὴν αὐτὴν αἰτίαν αὐτοὶ ἐξ ἀγράφων φθεγγόμενοι, καὶ ἐπινοοῦντες λοιδορίας κατὰ τοῦ Κυρίου, ‘ μὴ γινώσκοντες μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται.᾿ Ἐρωτησάτωσαν γοῦν Ἕλληνας, παῤ ὦν ἥκουσαν· (οὐ γὰρ τῶν γραφῶν, ἀλλʼ ἐκείνων ἐστὶν εὕρεμα·) ἵνα ἀκούσαντες πόσα σημαινόμενα ἡ λέξις ἔχει, μάθωσιν ὅτι οὐδὲ περὶ ὧν λέγουσιν ἐπίστανται καλῶς ἐρωτᾷν. Κἀγὼ γὰρ διʼ αὐτοὺς ἐπυθόμην λέγεσθαι ἀγένητον τὸ μηδέπω μὲν γενόμενον, δυνάμενον δὲ γενέσθαι,ʼ ὡς τὸ ξύλον τὸ μήπω μὲν γενόμενον, δυνάμενον δὲ γενέσθαι σκάφος. Καὶ αὖθις ἀγένητον λέγεσθαι τὸ ‘μήτε γενόμενον, μήτε δυνάμενον γενέσθαι ποτὲ,ʼ ὡς τὸ τρίγωνον τετράγωνον, καὶ ὁ ἄρτιος ἀριθμὸς περιττός. Οὔτε γὰρ τὸ τρίγωνον γέγονέ ποτε τετράγωνον, οὔτε γένοιτʼ ἄν ποτε· ἀλλʼ οὔτε ὁ ἄρτιος γέγονέ ποτε περιττὸς, οὔτε γένοιτʼ ἄν ποτε περιττός. Λέγεται δὲ πάλιν ἀγένητον τὸ ‘ ὑπάρχον μὲν, μὴ γενηθὲν δὲ ἔκ τινος, μηδὲ ὅλως ἔχον ἑαυτοῦ τινα πατέρα. Προσέθηκε δὲ καὶ ὁ πανοῦργος σοφιστὴς Ἀστέριος, ὁ καὶ τῆς αἱρέσεως συνήγορος, ἐν τῷ ἰδίῳ συνταγματίῳ λέγων, ἀγένητον εἶναι τὸ ‘ μὴ ποιηθὲν, ἀλλʼ ἀεὶ ὄν.᾿ Κατὰ ποῖον οὖν σημαινόμενον νοοῦσι τὸ ἀγένητον, ἔδει προστιθέντας αὐτοὺς ἐρωτᾷν, ἵνα καὶ ὁ ἐρωτώμενος ὀρθῶς ἀποκρίνηται.

---

Athanasius, Oratio I contra Arianos, ed. William Bright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2035.tlg130.local001/.
