# Oratio I contra Arianos 35

Athanasius Alexandrinus, Oratio I contra Arianos, Chapter 35. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/oratio-i-contra-arianos/35

35. Περὶ δὲ τοῦ λέγειν αὐτοὺς εἰ ‘τρεπτός ἐστιν ὁ Λόγος, περιττόν ἐστι περὶ τούτου ζητεῖν· ἀρκεῖ γὰρ καὶ μόνον ἐγγράψαντά με τὰπαρʼ αὐτῶν λεγόμενα, δεῖξαι τὸ τολμηρὸν τῆς ἀσεβείας αὐτῶν. Ἒστι γὰρ ταῦτα ἃ ὡς ἐρωτῶντες φλυαροῦσιν· ‘ Αὐτεξούσιός ἐστιν, ἢ οὐκ ἔστι ; προαιρέσει κατὰ τὸ αὐτεξούσιον καλός ἐστι, καὶ δύναται, ἐὰν θελήσῃ, τραπῆναι, τρεπτῆς ὢν φύσεως; ἢ ὡς λίθος καὶ ξύλον, οὐκ ἔχει τὴν προαίρεσιν ἐλευθέραν εἰς τὸ κινεῖσθαι καὶ ῥέπειν εἰς ἑκάτερα ;᾿ Τῆς μὲν οὖν αἱρέσεως αὐτῶν οὐκ ἀλλότριόν ἐστι τοιαῦτα λέγειν τε καὶ φρονεῖν· ἅπαξ γὰρ πλάσαντες ἑαυτοῖς ἐξ οὐκ ὄντων θεὸν, καὶ κτιστὸν υἱὸν, ἀκολούθως ὡς ἁρμόζοντα κτίσματι τὰ τοιαῦτα καὶ συνέλεξαν ἑαυτοῖς ῥήματα· ἐπειδὴ δὲ πρὸς τοὺς ἀπὸ τῆς ἐκκλησίας διαμαχόμενοι, καὶ ἀκούοντες παῤ αὐτῶν περὶ τοῦ ἀληθινοῦ καὶ μόνου Λόγου τοῦ Πατρὸς, τοιαῦτα περὶ αὐτοῦ φθέγγεσθαι τολμῶσι, τίς τούτου τοῦ δόγματος μιαρώτερον ἂν ἴδοι ; Τίς τούτων καὶ μόνον ἀκούων, κἂν μὴ ἀντιλέγειν δύνηται, οὐ ταράττεται, καὶ τὴν ἀκοὴν ἀποκλείσει, ξενιζόμενος ἐφʼ οἷς ἐκεῖνοί τε λαλοῦσι, καὶ αὐτὸς καινῶν ἀκούει ῥημάτων, ἐχόντων αὐτόθεν καὶ ἀπʼ αὐτῆς τῆς προφορᾶς τὴν βλασφημίαν ; Εἰ γὰρ τρεπτὸς καὶ ἀλλοιούμενός ἐστιν ὁ Λόγος, ποῖ ἄρα στήσεται, καὶ ποῖον αὐτοῦ τὸ τέλος ἔσται τῆς ἐπιδόσεως ; ἢ πῶς ὅμοιος τῷ ἀτρέπτῳ ὁ τρεπτὸς εἶναι δυνήσεται ; πῶς δὲ ὁ τὸν τρεπτὸν ‘ ἑωρακὼς ἑωρακέναι τὸν ἄτρεπτον νομίσειεν ; ἐν ποίᾳ δὲ ἄρα ἐὰν γένηται καταστάσει, δυνήσεταί τις τὸν Πατέρα ἐν αὐτῷ βλέπειν ; δῆλον γὰρ ὡς οὐκ ἀεί τις ὄψεται ἐν αὐτῷ τὸν Πατέρα, διὰ τὸ ἀεὶ τρέπεσθαι τὸν Υἱὸν, καὶ ἀλλοιουμένης αὐτὸν εἶναι φύσεως. Ὁ μὲν γὰρ Πατὴρ ἄτρεπτος καὶ ἀναλλοίωτος, καὶ ἀεὶ καὶ ὡσαύτως ἔχει, καὶ ὁ αὐτός ἐστιν· ὁ δὲ Υἱὸς εἰ κατʼ ἐκείνους τρεπτὸς, καὶ οὐκ ἀεὶ ὁ αὐτὸς, ἀλλʼ ἀεὶ ἀλλοιουμένης φύσεώς ἐστι, πῶς ὁ τοιοῦτος εἰκὼν τοῦ Πατρὸς εἶναι δύναται, οὐκ ἔχων τὸ ὅμοιον τῆς ἀτρεψίας ; πῶς δὲ καὶ ὅλως ‘ ἐν τῷ Πατρίʼ ἐστιν, ἀμφίβολον ἔχων τὴν προαίρεσιν ; τάχα δὲ καὶ τρεπτὸς ὢν, καὶ καθʼ ἡμέραν προκόπτων, οὔπω τέλειός ἐστιν. Ἀλλʼ ἡ μὲν τοιαύτη τῶν Ἀρειανῶν οἰχέσθω μανία, ἡ δὲ ἀλήθεια λαμπέτω, καὶ δεικνύτω τούτους παραφρονοῦντας. Πῶς γὰρ οὐ τέλειος ὁ ἴσος Θεῷ ; ἢ πῶς οὐκ ἄτρεπτος, ὁ μετὰ τοῦ Πατρὸς ἓν ὢν, καὶ τῆς οὐσίας ἴδιος ὢν Υἱὸς αὐτοῦ ; τῆς δὲ οὐσίας τοῦ Πατρὸς οὔσης ἀτρέπτου, ἄτρεπτον ἂν εἴη καὶ τὸ ἐξ αὐτῆς ἴδιον γέννημα. Εἰ δὲ τούτου οὕτως ὄντος, τοῦ Λόγου τροπὴν καταψεύδονται, μανθανέτωσαν ποῦ τούτων ὁ λόγος κινδυνεύει· ‘ ἐκ γὰρ τοῦ καρποῦ καὶ τὸ δένδρον ἐπιγινώσκεται·᾿ διὰ τοῦτο καὶ ‘ ὁ ἑωρακὼς τὸν Υἱὸν ἑώρακε τὸν Πατέρα,ʼ καὶ ἡ τοῦ Υἱοῦ γνῶσις γνῶσίς ἐστι τοῦ Πατρός.

---

Athanasius, Oratio I contra Arianos, ed. William Bright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2035.tlg130.local001/.
