# Oratio I contra Arianos 36

Athanasius Alexandrinus, Oratio I contra Arianos, Chapter 36. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/oratio-i-contra-arianos/36

36. Οὐκοῦν ἀναλλοίωτος ἡ εἰκὼν τοῦ ἀτρέπτου Θεοῦ ἂν εἴη· ‘ Ἰησοῦς γὰρ Χριστὸς, χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.᾿ Καὶ ὁ μὲν Δαυῒδ ψάλλων περὶ αὐτοῦ φησι, ‘ Καὶ σὺ κατʼ ἀρχὰς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί. Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται· Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.ʼ Ὁ δὲ Κύριος αὐτὸς περὶ ἑαυτοῦ διὰ τοῦ προφήτου λέγει, ‘Ἴδετέ με, ἴδετε ὅτι ἐγώ εἰμι,᾿ καὶ, ‘ οὐκ ἠλλοίωμαι.᾿ Εἰ γὰρ καὶ περὶ τοῦ Πατρὸς δύναται λέγειν τις εἶναι τοῦτο τὸ σημαινόμενον, ἀλλὰ καὶ τὸν Υἱὸν ἁρμόζει τοῦτο λέγειν, ὅτι μάλιστα γενόμενος ἄνθρωπος δείκνυσι τὴν ταὐτότητα καὶ τὸ ἄτρεπτον ἑαυτοῦ τοῖς νομίζουσι διὰ τὴν σάρκα ἠλλοιῶσθαι αὐτὸν, καὶ ἕτερόν τι γεγενῆσθαι. Ἀξιοπιστότεροι δὲ οἱ ἅγιοι καὶ μᾶλλον ὁ Κύριος τῆς τῶν ἀσεβῶν κακονοίας. Καὶ γὰρ κατὰ τὸ εἰρημένον ἀνάγνωσμα τῆς ὑμνῳδίας, πάντων τῶν γενητῶν καὶ πάσης τῆς κτίσεως, διὰ τῆς ‘ οὐρανοῦ καὶ γῆςʼ σημασίας, τρεπτὴν καὶ ἀλλοιωτὴν ἡ γραφὴ τὴν φύσιν λέγουσα, καὶ τὸν Υἱὸν ὑπεξαίρουσα τούτων, δείκνυσι μηδόλως γενητὸν αὐτὸν εἶναι, ἀλλὰ καὶ μᾶλλον αὐτὸν ἀλλοιοῦντα τὰ ἄλλα, καὶ μὴ ἀλλοιούμενον αὐτὸν διδάσκει, δι᾿ ὦν φησι, ‘Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι.᾿ Καὶ εἰκότως γε· τὰ μὲν γὰρ γενητὰ ἐξ οὐκ ὄντων ὄντα, καὶ οὐκ ὄντα πρὶν γένηται, ὅλως ὅτι οὐκ ὄντα γίνεται, ἀλλοιουμένην ἔχει τὴν φύσιν· ὁ δὲ Υἱὸς, ἐκ τοῦ Πατρὸς ὢν, καὶ τῆς οὐσίας αὐτοῦ ἴδιος, ἀναλλοίωτος καὶ ἄτρεπτός ἐστιν, ὡς αὐτὸς ὁ Πατήρ. Οὐ γὰρ θέμις εἰπεῖν ἐκ τῆς οὐσίας τῆς ἀτρέπτου τρεπτὸν γεννᾶσθαι λόγον καὶ ἀλλοιουμένην σοφίαν. Πῶς γὰρ ἔτι Λόγος, εἰ τρεπτός ἐστιν ; ἢ πῶς ἔτι Σοφία τὸ ἀλλοιούμενον ; εἰ μὴ ἄρα ὡς ἐν οὐσίᾳ συμβεβηκὸς, οὕτως εἶναι θέλουσιν, ὡς ἐν ἰδιαζούσῃ τινὶ οὐσίᾳ συμβεβηκέναι τινὰ χάριν καὶ ἕξιν ἀρετῆς, καὶ κεκλῆσθαι ταύτην οὕτως Λόγον, καὶ Υἱὸν, καὶ Σοφίαν, ὥστε καὶ ἀφαιρεῖσθαι καὶ προστίθεσθαι αὐτῇ δύνασθαι. Τοιαῦτα γὰρ φρονοῦντες πολλάκις εἰρήκασιν. Ἀλλʼ οὐκ ἔστι Χριστιανῶν ἡ πίστις αὕτη. Οὐδὲ γὰρ τοῦτο δείκνυσιν εἶναι Λόγον καὶ Υἱὸν ἀληθῶς Θεοῦ, οὔτε τὴν σοφίαν ἀληθῇ Σοφίαν. Τὸ γὰρ τρεπόμενον καὶ ἀλλοιούμενον, οὐκ ἱστάμενον δὲ ἐν ἑνὶ καὶ τῷ αὐτῷ, πῶς δύναται εἶναι ἀληθές ; Ὁ δέ γε Κύριος λέγει, ‘ Ἐγώ εἰμι ἡ ἀλήθεια·ʼ εἰ τοίνυν ὁ Κύριος αὐτὸς περὶ ἑαυτοῦ τοῦτο λέγει, καὶ τὸ ἄτρεπτον ἑαυτοῦ δείκνυσιν, οἵ τε ἅγιοι μαθόντες τοῦτο μαρτυροῦσιν, ἀλλὰ γὰρ καὶ αἱ περὶ Θεοῦ ἔννοιαι τοῦτο ἴσασιν εὐσεβὲς, πόθεν ταῦτ᾿ ἐπενόησαν οἱ δθσσεβεῖς; μὲν Ἀπὸ μὲν οὖν τῆς καρδίας ὡς ἀπὸ φθορᾶς αὐτὰ ἐξήμεσαν.

---

Athanasius, Oratio I contra Arianos, ed. William Bright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2035.tlg130.local001/.
