# Oratio I contra Arianos 37

Athanasius Alexandrinus, Oratio I contra Arianos, Chapter 37. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/oratio-i-contra-arianos/37

37. Ἐπειδὴ δὲ προφσσίζονται τὰ θεῖα λόγια, καὶ βιάζονται παρεξηγεῖσθαι ταῦτα κατὰ τὸν ἴδιον νοῦν, ἀναγκαῖον τοσοῦτον ἀποκρίνασθαι τούτοις, ὅσον ἐκδικῆσαι τὰ ῥητὰ, καὶ δεῖξαι ταῦτα μὲν ὀρθὴν ἔχοντα τὴν διάνοιαν, ἐκείνους δὲ κακῶς φρονοῦντας. Φασὶ τοίνυν, ὅτι γέγραπται παρὰ μὲν τῷ ἀποστόλῳ, Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἱησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων· παρὰ δὲ τῷ Δαβὶδ, ‘ Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.ʼ Εἶτα ἐπιφέρουσιν ὡς σοφόν τι λέγοντες· ‘ Εἰ διὰ τοῦτο ὑψώθη, καὶ χάριν ἔλαβε, καὶ διὰ τοῦτο κέχρισται, μισθὸν τῆς προαιρέσεως ἔλαβε· προαιρέσει δὲ πράξας, τρεπτῆς ἐστι πάντως φύσεως.᾿ Ταῦτα οὐ μόνον εἰπεῖν, ἀλλὰ καὶ γράψαι τετολμήκασιν Εὐσέβιός τε καὶ Ἅρειος, καὶ οἱ ἀπʼ αὐτῶν δὲ λαλεῖν οὐκ ὀκνοῦσι κατὰ μέσην τὴν ἀγορὰν, οὐχ ὁρῶντες ὅσην μανίαν ὁ λόγος αὐτῶν ἔχει. Εἰ γὰρ μισθὸν προαιρέσεως ἔλαβεν ἃ ἔσχεν, οὐκ ἂν ἐσχηκὼς αὐτὰ εἰ μὴ τοῦ δεομένου τὸ ἔργον ἐνεδείξατο, ἐξ ἀρετῆς ἄρα καὶ βελτιώσεως ταῦτα ἐσχηκὼς, εἰκότως ἐλέχθη διὰ ταῦτα καὶ Υἱὸς καὶ Θεὸς, καὶ οὐκ ἔστιν ἀληθινὸς Υἱός. Τὸ μὲν γὰρ ἔκ τινος κατὰ φύσιν ἀληθινόν ἐστι γέννημα, οἷος ἦν Ἱσαὰκ τῷ Ἀβραὰμ, καὶ Ἱωσὴφ τῷ Ἰακὼβ, καὶ τὸ ἀπαύγασμα τῷ ἡλίῳ· οἱ δὲ ἐξ ἀρετῆς καὶ χάριτος λεγόμενοι, μόνον εἰσὶν ἔχοντες ἀντὶ τῆς φύσεως τὴν ἐκ τοῦ λαβεῖν χάριν, καὶ ἄλλοι παρὰ τὸ δοθὲν αὐτοῖς ὄντες, οἶοί εἰσιν οἱ ἄνθρωποι οἱ κατὰ μετοχὴν νεῦμα λαβόντες, περὶ ὧν καὶ ἔλεγεν· Ὑἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν.᾿ Ἀμέλει ἐπεὶ μὴ κατὰ φύσιν ἦσαν υἱοὶ, διὰ τοῦτο καὶ τραπέντων αὐτῶν ἀφῃρέθη τὸ Πνεῦμα, καὶ ἀπεκηρύχθησαν· καὶ πάλιν δὲ μετανοοῦντας αὐτοὺς δέξεται, καὶ διδοὺς τὸ φῶς, πάλιν υἱοὺς καλέσει ὁ καὶ κατὰ τὴν ἀρχὴν Θεὸς οὕτω τὴν χάριν αὐτοῖς δεδωκώς.

---

Athanasius, Oratio I contra Arianos, ed. William Bright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2035.tlg130.local001/.
