Ancient Greek
Chapter 38
Athanasius Alexandrinus, Oratio I contra Arianos 38.1
Not analysed yet
38. Εἰ τοίνυν οὕτω καὶ τὸν Σωτῆρα λέγουσι, δειχθήσεται μήτε ἀληθινὸς, μήτε Θεὸς, μήτε Υἱὸς, μήτε ὅμοιος τῷ Πατρὶ, μήτε ὅλως τοῦ εἶναι κατʼ οὐσίαν Πατέρα ἔχων τὸν Θεὸν, ἀλλὰ τῆς δοθείσης αὐτῷ μόνης χάριτος, τοῦ δὲ εἶναι κατʼ οὐσίαν κτίστην τὸν Θεὸν, καθʼ ὁμοιότητα τῶν πάντων, ἔχων. Τοιοῦτος δὲ ὢν, οἷον οὗτοι λέγουσι, φανήσεται μᾶλλον μηδὲ ἐξ ἀρχῆς ἐσχηκὼς τὸ ὄνομα ‘Υἱὸς,᾿ εἴ γε τοῦτο τῶν ἔργων ἔπαθλον ἔσχε καὶ προκοπῆς, οὐκ ἄλλης ἢ τῆς ὅτε γέγονεν ἄνθρωπος, καὶ τὴν τοῦ δούλου μορφὴν ἀνέλαβε. Τότε γάρ ἐστιν, ὅτε ‘γενόμενος ὑπήκοος μέχρι θανάτου,ʼ ὑπερυψῶσθαι λέγεται, καὶ χάριν εἰληφέναι τὸ ὄνομα, ‘ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ κάμψῃ πᾶν γόνυ. ᾿Τί οὖν ἦν πρὸ τούτου, εἰ νῦν ὑψώθη, καὶ νῦν ἤρξατο προσκυνεῖσθαι, καὶ νῦν Υἱὸς ἐλέχθη, ὅτε γέγονεν ἄνθρωπος ; Φαίνεται γὰρ μηδὲν βελτιώσας αὐτὸς τὴν σάρκα, ἀλλὰ μᾶλλον αὐτὸς διʼ αὐτῆς βελτιωθεὶς, εἴ γε κατὰ τὴν κακόνοιαν αὐτῶν τότε ὑψώθη καὶ Υἱὸς ἐλέχθη, ὅτε γέγονεν ἄνθρωπος. Τί οὖν ἦν πρὸ τούτου ; Πάλιν γὰρ αὐτοὺς ἐρωτᾶν ἀνάγκη, ἵνα καὶ τὸ τέλος τῆς ἀσεβείας αὐτῶν θεωρηθῇ. Εἰ γάρ ἐστιν ὁ Κύριος Θεὸς, Υἱὸς, Λόγος, οὐκ ἦν δὲ ταῦτα πρὸ τοῦ γένηται ἄνθρωπος· ἢ ἄλλο τι ἦν παρὰ ταῦτα, καὶ ὕστερον τούτων ἐξ ἀρετῆς μετέσχεν, ὥσπερ εἴπαμεν· ἢ τὸ ἕτερον, (ὅπερ εἰς τὰς ἐκείνων κεφαλὰς τραπείη,) ἀνάγκη λέγειν αὐτοὺς, μηδὲ εἶναι πρὸ τούτου αὐτὸν, ἀλλὰ τὸ ὅλον ἄνθρωπον εἶναι φύσει, καὶ μηδὲν πλέον. Ἀλλʼ οὐκ ἔστι τοῦτο τῆς ἐκκλησίας, τοῦ δὲ Σαμοσατέως ἐστὶ καὶ τῶν νῦν Ἰουδαίων τὸ φρόνημα. Διὰ τί οὖν τὰ ἐκείνων φρονοῦντες, οὐχὶ καὶ ὡς Ἰουδαῖοι περιτέμνονται, ἀλλʼ ὑποκρίνονται τὸν Χριστιανισμὸν, καὶ πρὸς αὐτὸν ἔχουσι τὴν μάχην ; Εἰ γὰρ οὐκ ἦν, ἢ ἦν μὲν, ἐβελτιώθη δὲ ὕστερον, πῶς διʼ αὐτοῦ γέγονε τὰ πάντα, ἢ πῶς ἐν τούτῳ, εἴ γε μὴ τέλειος ἦν, προσέχαιρεν ὁ Πατήρ ; καὶ αὐτὸς δὲ, εἰ νῦν ἐβελτιώθη, πῶς πρὸ τούτου ηὐφραίνετο ἐν προτώπῳ τοῦ Πατρός ; πῶς δὲ, εἰ μετὰ τὸν θάνατον ἕλαβε τὸ προσκυνεῖσθαι, φαίνεται ὁ Ἀβραὰμ αὐτὸν ἐν τῇ σκηνῇ προσκυνῶν καὶ Μωσῆς ἐν τῇ βάτῳ ; καὶ, ὡς εἶδε Δανιὴλ, ‘μύριαι μυριάδες καὶ χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ ; ᾿πῶς δὲ, εἰ νῦν κατʼαὐτοὺς ἔσχε τὴν βελτίωσιν, τῆς πρὸ κόσμου καὶ τῆς ὑπερκοσμίου δόξης ἑαυτοῦ μνημονεύων, ἔλεγεν αὐτὸς ὁ Υἱός, ‘Δόξασόν με σὺ, Πάτερ, τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. ᾿δὲ νῦν ὑψώθη κατʼ αὐτοὺς, πῶς πρὸ τούτου ‘ἔκλινεν οὐρανοὺς καὶ κατέβη,ʼ καὶ πάλιν, ‘ἔδωκεν ὁ Ὕψιστος φωνὴν αὐτοῦ; Οὐκοῦν εἰ καὶ πρὸ τοῦ τὸν κόσμον γενέσθαι τὴν δόξαν εἶχεν ὁ Υἱὸς, καὶ ‘Κύριος τῆς δόξηςʼ ὕψιστός τε ἦν, καὶ ἐξ οὐρανοῦ κατέβη, καὶ ἀεὶ προσκυνητός ἐστιν, οὐκ ἄρα καταβὰς ἐβελτιώθη, ἀλλὰ μᾶλλον ἐβελτίωσεν αὐτὸς τὰ δεόμενα βελτιώσεως· καὶ εἰ τοῦ βελτιῶσαι χάριν καταβέβηκεν, οὐκ ἄρα μισθὸν ἔσχε τὸ λέγεσθαι Υἱὸς καὶ Θεὸς, ἀλλὰ μᾶλλον αὐτὸς υἱοποίησεν ἡμᾶς τῷ Πατρὶ, καὶ ἐθεοποίησε τοὺς ἀνθρώπους, γενόμενος αὐτὸς ἄνθρωπος.