# Oratio I contra Arianos 39

Athanasius Alexandrinus, Oratio I contra Arianos, Chapter 39. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/oratio-i-contra-arianos/39

39. Οὐκ ἄρα ἄνθρωπος ὢν, ὕστερον γέγονε Θεός· ἀλλὰ Θεὸς ὥν, ὕστερον γέγονεν ἄνθρωπος, ἵνα μᾶλλον ἡμᾶς θεοποιήσῃ. Ἐπεὶ εἰ, ὅτε γέγονεν ἄνθρωπος, τότε Υἱὸς καὶ Θεὸς ἐλέχθη, πρὸ δὲ τοῦ γένηται ἄνθρωπος, ‘υἱοὺς’ ἔλεγε τοὺς πάλαι λαοὺς ὁ Θεὸς, καὶ Μωσῆν ἐτίθει ‘θεὸνʼ τοῦ Φαραὼ, καὶ ἐπὶ πολλῶν ἡ γραφή φησιν, ‘Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν·’ δῆλόν ἐστιν ὡς μετʼ αὐτοὺς καὶ Υἱὸς καὶ Θεὸς οὗτος ἐλέχθη. Πῶς οὖν ‘πάντα δι᾿ αὐτοῦ,ʼ καὶ ‘αὐτός ἐστι πρὸ πάντων;’ ἢ πῶς ‘πρωτότοκος πάσης τῆς κτίσεως,ʼ ἔχων τοὺς πρὸ ἑαυτοῦ κληθέντας υἱοὺς καὶ θεούς ; πῶς δὲ οἱ μέτοχοι πρῶτοι οὐ μετέχουσι Λόγου; Οὐκ ἔστιν ἀληθὴς αὕτη δόξα· παρεύρεσίς ἐστι τῶν νῦν Ἰουδαϊζόντων. Πῶς γὰρ ὅλως δύνανται τινες ἐπιγνῶναι Πατέρα τὸν Θεόν; οὔτε γὰρ υἱοθεσία γένοιτʼ ἂν χωρὶς τοῦ ἀληθινοῦ Υἱοῦ, λέγοντος αὐτοῦ, ‘οὐδεὶς ἐπιγινώσκει τὸν Πατέρα, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν ὁ Υἱὸς ἀποκαλύψῃ.ʼ Πῶς δὲ καὶ θεοποίησις γένοιτʼ ἂν χωρὶς τοῦ Λόγου, καὶ πρὸ αὐτοῦ, καίτοι λέγοντος αὐτοῦ πρὸς τοὺς ἀδελφοὺς τούτων Ἰουδαίους, ‘Εἰ ἐκείνους θεοὺς εἶπε, πρὸς οὓς ὁ Λόγος τοῦ Θεοῦ ἐγένετο;᾿ Εἰ δὲ πάντες ὅσοι υἱοί τε καὶ θεοὶ ἐκλήθησαν, εἴτε ἐπὶ γῆς, εἴτε ἐν οὐρανοῖς, διὰ τοῦ Λόγου υἱοποιήθησαν καὶ ἐθεοποιήθησαν, αὐτὸς δὲ ὁ Υἱός ἐστιν ὁ Λόγος, δῆλον ὅτι διʼ αὐτοῦ μὲν οἱ πάντες, αὐτὸς δὲ πρὸ πάντων, μᾶλλον δὲ μόνον αὐτὸς ἀληθινὸς Υἱός, καὶ μόνος ῾ ἐκ τοῦ ἀληθινοῦ Θεοῦ Θεὸς ἀληθινόςʼ ἐστιν, οὐ μισθὸν ἀρετῆς ταῦτα λαβὼν, οὐδὲ ἄλλος ὢν παρὰ ταῦτα, ἀλλὰ φύσει κατʼ οὐσίαν ὢν ταῦτα. Γέννημα γὰρ τῆς τοῦ Πατρὸς οὐσίας ὑπάρχει, ὥστε μηδένα ἀμφιβάλλειν ὅτι, καθʼ ὁμοιότητα τοῦ ἀτρέπτου Πατρὸς, ἄτρεπτός ἐστι καὶ ὁ Λόγος.

---

Athanasius, Oratio I contra Arianos, ed. William Bright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2035.tlg130.local001/.
