# Oratio I contra Arianos 40

Athanasius Alexandrinus, Oratio I contra Arianos, Chapter 40. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/oratio-i-contra-arianos/40

40. Τέως μὲν οὖν, ταῖς περὶ τοῦ Υἱοῦ ἐννοίαις χρώμενοι, οὕτως πρὸς τὰς ἀλόγους αὐτῶν ἐπινοίας, ὡς δέδωκεν αὐτὸς ὁ Κύριος, ἀπηντήσαμεν· καλὸν δὲ καὶ τὰ θεῖα λόγια παραθέσθαι λοιπὸν, ἵνʼ ἔτι καὶ πλεῖον τοῦ μὲν Υἱοῦ τὸ ἄτρεπτον ἀποδειχθῇ, καὶ ἡ ἀναλλοίωτος αὐτοῦ πατρικὴ φύσις, τούτων δὲ ἡ κακοφροσύνη. Γράφων τοίνυν Φιλιππησίοις ὁ ἀπόστολός φησι, Ὑοῦτο φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλʼ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος Ἰησοῦς Χριστὸς, εἰς δόξαν Θεοῦ Πατρός.᾿ Τί τούτου λευκότερον καὶ ἀποδεικτικώτερον γένοιτο ἄν ; οὐ γὰρ ἐξ ἐλαττόνων βελτίων γέγονεν· ἀλλὰ μᾶλλον Θεὸς ‘ὑπάρχων, τὴν δούλου μορφὴν ἔλαβε,’ καὶ ἐν τῷ λαβεῖν οὐκ ἐβελτιώθη, ἀλλʼ ῾ ἐταπείνωσεν ἑαυτόν.᾿ Ποῦ τοίνυν ἐν τούτοις ‘μισθὸς τῆς ἀρετῆς,’ ἢ ποία προκοπὴ καὶ βελτίωσις ἐν ταπεινώσει; Εἰ γὰρ Θεὸς ὢν, γέγονεν ἄνθρωπος, καὶ, ἐξ ὕψους καταβὰς, λέγεται ‘ὑψοῦσθαι,’ ποῦ ὑψοῦται, Θεὸς ὤν; δήλου ὄντος πάλιν τούτου, ὅτι, τοῦ Θεοῦ ὑψίστου ὄντος, ἐξ ἀνάγκης εἶναι δεῖ καὶ τὸν τούτου Λόγον ὕψιστον. Ποῦ οὖν πλεῖον εἶχεν ὑψωθῆναι ὁ ἐν τῷ Πατρὶ ὢν, καὶ ‘ὅμοιος κατὰ πάντα’ τοῦ Πατρός ; Οὐκοῦν πάσης προσθήκης ἀπροσδεής ἐστι, καὶ οὐκ ἔστιν ὡς ὑπονοοῦσιν οἱ Ἀρειανοί. Εἰ γὰρ διὰ τὸ ὑψωθῆναι καταβέβηκεν ὁ Λόγος, καὶ ταῦτα γέγραπται, τίς χρεία ἦν ὅλως καὶ ταπεινῶσαι ἑαυτὸν, ἵνα τοῦτο ζητήσῃ λαβεῖν ὅπερ εἶχε ; ποίαν δὲ καὶ χάριν ἔλαβεν ὁ τῆς χάριτος δοτῆρ; ἢ πῶς ἔλαβε τὸ ὄνομα εἰς τὸ προσκυνεῖσθαι, ὁ ἀεὶ ἐν τῷ ὀνόματι αὐτοῦ προσκυνούμενος ; Καὶ πρὶν γένηται γοῦν ἄνθρωπος, παρακαλοῦσιν οἱ ἅγιοι, ‘‘O Θεὸς, ἐν τῷ ὀνόματί σου σῶσόν με.᾿ Καὶ πάλιν, ῾ Οὖτοι ἐν ἅρμασι, καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα·᾿ καὶ ὑπὸ μὲν τῶν πατριαρχῶν προσεκυνεῖτο· περὶ δὲ τῶν ἀγγέλων γέγραπται, ‘Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.᾿

---

Athanasius, Oratio I contra Arianos, ed. William Bright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2035.tlg130.local001/.
