# Oratio I contra Arianos 43

Athanasius Alexandrinus, Oratio I contra Arianos, Chapter 43. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/oratio-i-contra-arianos/43

43. Ἰδοὺ γοῦν τὸ νομιζόμενον παρὰ ἀνθρώποις ‘μωρὸν τοῦ Θεοῦʼ διὰ τὸν σταυρὸν γέγονε πάντων ἐντιμότερον. Ἡ μὲν γὰρ ἀνάστασις ἡμῶν ἐν αὐτῷ ἀπόκειται· οὐκέτι δὲ μόνος ὁ Ἰσραὴλ, ἀλλὰ καὶ πάντα τὰ ἔθνη λοιπὸν, ὡς προείρηκεν ὁ προφήτης, τὰ μὲν εἴδωλα ἑαυτῶν καταλιμπάνουσι, τὸν δὲ ἀληθινὸν Θεὸν τὸν τοῦ Χριστοῦ Πατέρα ἐπιγινώσκουσι· καὶ ἡ μὲν τῶν δαιμόνων φαντασία κατήργηται, μόνος δὲ ὁ ὄντως Θεὸς ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ προσκυνεῖται. Τὸ δὲ καὶ ἐν σώματι γενόμενον τὸν Κύριον καὶ κληθέντα Ἰησοῦν προσκυνεῖσθαι, πιστεύεσθαί τε αὐτὸν Υἱὸν Θεοῦ, καὶ διʼ αὐτοῦ ἐπιγινώσκεσθαι τὸν Πατέρα, δῆλον ἂν εἴη, καθάπερ εἴρηται, ὅτι οὐχ ὁ Λόγος, ᾗ Λόγος ἐστὶν, ἔλαβε τὴν τοιαύτην χάριν, ἀλλʼ ἡμεῖς. Διὰ γὰρ τὴν πρὸς τὸ σῶμα αὐτοῦ συγγένειαν ‘ναὸς Θεοῦʼ γεγόναμεν καὶ ἡμεῖς, καὶ υἱοὶ Θεοῦ λοιπὸν πεποιήμεθα, ὥστε καὶ ἐν ἡμῖν ἥδη προσκυνεῖσθαι τὸν Κύριον, καὶ τοὺς ὁρῶντας ‘ἀπαγγέλλειν,’ ὡς ὁ ἀπόστολος εἴρηκεν, ‘ὅτι ὄντως ὁ Θεὸς ἐν τούτοις ἐστί·’ καθάπερ καὶ ὁ Ἰωάννης ἐν μὲν τῷ εὐαγγελίῳ φησὶν, ‘Ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι·’ ἐν δὲ τῇ ἐπιστολῇ γράφει, ‘ἐν τούτῳ γινώσκομεν ὅτι μένει ἐν ἡμῖν, ἐκ τοῦ Πνεύματος αὐτοῦ οὗ ἔδωκεν ἡμῖν.᾿ Γνώρισμα δέ ἐστι καὶ τοῦτο τῆς εἰς ἡμᾶς παρ᾿ αὐτοῦ γενομένης ἀγαθότητος, ὅτι ἡμεῖς μὲν ὑψώθημεν, διὰ τὸ ἐν ἡμῖν εἶναι τὸν ὕψιστον Κύριον, καὶ διʼ ἡμᾶς ἡ χάρις δίδοται, διὰ τὸ γενέσθαι ὡς ἡμᾶς ἄνθρωπον τὸν χορηγοῦντα τὴν χάριν Κύριον· αὐτὸς δὲ ὁ Σωτὴρ ‘ἐταπείνωσεν ἑαυτὸνʼ ἐν τῷ λαβεῖν τὸ ταπεινὸν ἡμῶν σῶμα, ‘δούλου τε μορφὴν ἔλαβεν,ʼ ἐνδυσάμενος τῆν δουλωθεῖσαν σάρκα τῇ ὁμαρτίᾳ. Καὶ αὐτὸς μὲν οὐδὲν παρʼ ἡμῶν εἰς βελτίωσιν ἔσχηκεν· ἀνενδεὴς γάρ ἐστι καὶ πλήρης ὁ τοῦ Θεοῦ Λόγος· ἡμεῖς δὲ παρʼ αὐτοῦ μᾶλλον ἐβελτιώθημεν. Αὐτὸς γάρ ἐστι ‘τὸ φῶς, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον.ʼ Καὶ μάτην ἐπερείδονται οἱ Ἀρειανοὶ τῷ ‘διὸʼ συνδέσμῳ, διὰ τὸ λέγειν τὸν Παῦλον, ‘Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσεν·᾿ Οὐ γὰρ ἆθλον ἀρετῆς, οὐδὲ βελτίωσιν προκοπῆς αὐτοῦ σημαίνων ἔλεγεν, ἀλλὰ τὸ αἴτιον τῆς εἰς ἡμᾶς γενομένης ὑψώσεως. Τί δὲ τοῦτό ἐστιν ἢ τὸν ‘ἐν μορφῇ Θεοῦ ὑπάρχοντα,ʼ καὶ εὐγενοῦς Πατρὸς Υἱὸν, ‘ταπεινῶσαι ἑαυτὸν’ καὶ δοῦλον ἀνθʼ ἡμῶν καὶ ὑπὲρ ἡμῶν γενέσθαι ; Εἰ γὰρ μὴ ἄνθρωπος ὁ Κύριος ἐγεγόνει, οὐκ ἂν ἡμεῖς ἀπὸ ἁμαρτιῶν λυτρωθέντες ἐκ νεκρῶν ἀνέστημεν, ἀλλʼ ἐμένομεν ὑπὸ γῆν νεκροί· οὐδʼ ἂν ὑψώθημεν εἰς οὐρανοὺς, ἀλλʼ ἐμένομεν ἐν τῷ ᾅδῃ. Διʼ ἡμᾶς ἄρα καὶ ὑπὲρ ἡμῶν ἐστι τὸ λεγόμενον ‘ὑπερύψωσε’ καὶ ‘ἐχαρίσατο.’

---

Athanasius, Oratio I contra Arianos, ed. William Bright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2035.tlg130.local001/.
