# Oratio I contra Arianos 47.1

Athanasius Alexandrinus, Oratio I contra Arianos, Chapter 47. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/oratio-i-contra-arianos/47.1

47. Εἰ δὲ ἡμῶν χάριν ἑαυτὸν ἁγιάζει, καὶ τοῦτο ποιεῖ ὅτε γέγονεν ἄνθρωπος, εὔδηλον, ὅτι καὶ ἡ εἰς αὐτὸν ἐν τῷ Ἰορδάνῃ τοῦ Πνεύματος γενομένη κάθοδος εἰς ἡμᾶς ἦν γινομένη, διὰ τὸ φορεῖν αὐτὸν τὸ ἡμέτερον σῶμα. Καὶ οὐκ ἐπὶ βελτιώσει τοῦ Λόγου γέγονεν, ἀλλʼ εἰς ἡμῶν πάλιν ἁγιασμὸν, ἵνα τοῦ χρίσματος αὐτοῦ μεταλάβωμεν, καὶ περὶ ἡμῶν λεχθείη, Ὁὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν ;ʼ Τοῦ γὰρ Κυρίου, ὡς ἀνθρώπου, λουομένου εἰς τὸν Ἰορδάνην, ἡμεῖς ἦμεν οἱ ἐν αὐτῷ καὶ παρʼ αὐτοῦ λουόμενοι. Καὶ δεχομένου δὲ αὐτοῦ τὸ Πνεῦμα, ἡμεῖς ἦμεν οἱ παῤ αὐτοῦ γινόμενοι τούτου δεκτικοί. Διὰ τοῦτο οὐδʼ ὥσπερ Ἀαρὼν, ἢ Δαβὶδ, ἢ οἱ ἄλλοι πάντες, οὕτως καὶ αὐτὸς ἐλαίῳ κέχρισται, ἀλλὰ ἅλλως παρὰ πάντας τοὺς μετόχους αὐτοῦ, ἐλαίῳ ἀγαλλιάσεως· ὅπερ ἑρμηνεύων αὐτὸς εἶναι τὸ Πνεῦμα, διὰ τοῦ προφήτου φησὶ, ‘Πνεῦμα Κυρίου ἐπʼ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με·’ καθὼς καὶ ὁ ἀπόστολος εἴρηκεν, ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι ἁγίῳ.’ Πότε οὖν καὶ ταῦτα περὶ αὐτοῦ εἴρηται, ἢ ὅτε καὶ ἐν σαρκὶ γενόμενος ἐβαπτίζετο ἐν τῷ Ἰορδάνῃ, καὶ ‘καταβέβηκεν ἐπʼ αὐτὸν τὸ Πνεῦμα ;’ Καὶ μὴν αὐτὸς ὁ Κύριός φησι, ‘τὸ Πνεῦμα ἐκ τοῦ ἐμοῦ λήψεται·’ καὶ, ‘ἐγὼ αὐτὸ ἀποστέλλω·’ καὶ, ‘Λάβετε Πνεῦμα ἅγιον,’ τοῖς μαθηταῖς. Καὶ ὅμως ὁ ἄλλοις παρέχων, ὡς Λόγος καὶ ἀπαύγασμα τοῦ Πατρὸς, λέγεται νῦν ‘ἀγιάζεσθαι,’ ἐπειδὴ πάλιν γέγονεν ἄνθρωπος, καὶ τὸ ἁγιαζόμενον σῶμα αὐτοῦ ἐστιν. Ἐξ ἐκείνου γοῦν καὶ ἡμεῖς ἠρξάμεθα τοῦ τὸ χρίσμα καὶ τὴν σφραγῖδα λαμβάνειν, λέγοντος τοῦ μὲν Ἰωάννου, ‘Καὶ ὑμεῖς χρίσμα ἔχετε ἀπὸ τοῦ ἁγίου·’ τοῦ δὲ ἀποστόλου, ‘καὶ ὑμεῖς ἐσφραγίσθητε τῷ Πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ.’ Οὐκοῦν διʼ ἡμᾶς, καὶ ὑπὲρ ἡμῶν ἐστι τὸ λεγόμενον. Ποία τοίνυν καὶ ἐκ τούτου προκοπὴ βελτιώσεως καὶ ‘μισθὸς ἀρετῆςʼ ἢ ἁπλῶς πράξεως τοῦ Κυρίου δείκνυται ; Εἰ μὲν γὰρ, ἐκ τοῦ μὴ εἶναι Θεὸς, Θεὸς ἐγεγόνει· εἰ, μὴ βασιλεὺς ὣν, εἰς βασιλείαν προήγετο· εἶχεν ἂν ὑμῶν ὁ λόγος σκιᾶς τινος πιθανότητα. Εἰ δὲ Θεός ἐστι, καὶ ‘ὁ θρόνος αὐτοῦ τῆς βασιλείας αἰώνιός’ ἐστι, ποῦ εἶχε προκόψαι Θεός ; ἢ τί ἔλειπε τῷ ἐπὶ τὸν θρόνον καθημένῳ τοῦ Πατρός ; εἰ δὲ, καὶ ὡς αὐτὸς ὁ Κύριος εἴρηκεν, αὐτοῦ ἐστι τὸ Πνεῦμα, ἐκ τοῦ αὐτοῦ λαμβάνει, αὐτός τε αὐτὸ ἀποστέλλει· οὐκ ἄρα ὁ Λόγος ἐστὶν, ᾗ Λόγος ἐστὶ καὶ Σοφία, ὁ τῷ παῤ αὐτοῦ διδομένῳ Πνεύματι χριόμενος, ἀλλʼ ἡ προσληφθεῖσα παῤ αὐτοῦ σάρξ ἐστιν, ἡ ἐν αὐτῷ καὶ παῤ αὐτοῦ χριομένη· ἵνα καὶ ὁ ἁγιασμὸς, ὡς εἰς ἄνθρωπον τὸν Κύριον γινόμενος, εἰς πάντας ἀνθρώπους γένηται παῤ αὐτοῦ, ‘Οὐ γὰρ ἀφʼ ἑαυτοῦ,’ φησὶ, ‘τὸ Πνεῦμα λαλεῖ,’ ἀλλ’ ὁ Λόγος ἐστὶν ὁ τοῦτο διδοὺς τοῖς ἀξίοις. Ὅμοιον γάρ ἐστι καὶ τοῦτο τῷ προειρημένῳ ῥητῷ· ὡς γὰρ ὁ ἀπόστολος ἔγραψεν, ‘ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλʼ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών·’ οὕτως ὁ Δαβὶδ ὑμνεῖ τὸν Κύριον, αἰώνιον μὲν ὄντα Θεὸν καὶ βασιλέα, ἀποσταλέντα δὲ πρὸς ἡμᾶς, καὶ προσλαβόντα τὸ ἡμέτερον σῶμα θνητὸν ὄν· τοῦτο γὰρ παῤ αὐτοῦ σημαίνεται ἐν τῷ ψάλλειν· ‘σμύρνα, καὶ στακτὴ, καὶ κασία ἀπὸ τῶν ἱματίων σου.’ Παρὰ δὲ Νικοδήμου καὶ τῶν περὶ Μαριὰμ δείκνυται, ὅτε ὁ μὲν ‘ἦλθε φέρων μίγμα σμύρνης καὶ ἀλόης λίτρας ἑκατόν αἱ δὲ ἅπερ ἦσαν ἑτοιμάσασαι εἰς τὸν ἐνταφιασμὸν τοῦ σώματος τοῦ Κυρίου.

---

Athanasius, Oratio I contra Arianos, ed. William Bright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2035.tlg130.local001/.
