Ancient Greek · ~12 min
Chapter 31
Athanasius Alexandrinus, Oratio II contra Arianos 31.1
Not analysed yet
31. Οὐ μὲν τό γε τῆς ἀληθείας φρόνημα δεῖ σιωπᾷν, ἀλλὰ μάλιστα τοῦτο καὶ μεγαληγορεῖν πρέπει. Ὁ τοῦ Θεοῦ γὰρ Λόγος οὐ δι᾿ ἡμᾶς γέγονεν, ἀλλὰ μᾶλλον ἡμεῖς δι᾿ αὐτὸν γεγόναμεν, καὶ ‘ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα· οὐδὲ διὰ τὴν ἡμῶν ἀσθένειαν οὗτος, ὢν δυνατὸς, ὑπὸ μόνου τοῦ Πατρὸς γέγονεν, ἵνʼ ἡμᾶς διʼ αὐτοῦ ὡς διʼ ὀργάνου δημιουργήσῃ· μὴ γένοιτο· οὐκ ἔστιν οὕτως. Καὶ γὰρ καὶ εἰ δόξαν ἦν τῷ Θεῷ μὴ ποιῆσαι τὰ γενητὰ, ἀλλʼ ἦν οὐδὲν ἧττον ὁ Λόγος ‘πρὸς τὸν Θεὸν,ʼ καὶ ἐν αὐτῷ ἦν ὁ Πατήρ. Τὰ μέντοι γενητὰ ἀδύνατον ἦν χωρὶς τοῦ Λόγου γενέσθαι· οὕτω γὰρ καὶ γέγονε διʼ αὐτοῦ, καὶ εἰκότως. Ἐπειδὴ γὰρ Λόγος ἐστὶν ἴδιος φύσει τῆς οὐσίας τοῦ Θεοῦ ὁ Υἱὸς, ἐξ αὐτοῦ τέ ἐστι, καὶ ‘ἐν αὐτῷʼ ἐστιν, ὡς εἶπεν αὐτός· οὐκ ἠδύνατο μὴ διʼ αὐτοῦ γενέσθαι τὰ δημιουργήματα. Καθάπερ γὰρ τὸ φῶς τῷ ἀπαυγάσματι τὰ πάντα φωτίζει, καὶ ἄνευ τοῦ ἀπαυγάσματος οὐκ ἄν τι φωτισθείη, οὕτω καὶ ὁ Πατὴρ, ὡς διὰ χειρὸς, ἐν τῷ Λόγῳ εἰργάσατο τὰ πάντα, καὶ χωρὶς αὐτοῦ οὐδὲν ποιεῖ. Εἶπε γοῦν ὁ Θεὸς, ὡς καὶ Μωσῆς ἐμνημόνευσε, ‘Γενηθήτω φῶς,’ καὶ. ‘συναχθήτω τὸ ὕδωρ,ʼ καὶ, ‘ἐξαγαγέτω ἡ γῆ,’ καὶ, ‘ποιήσωμεν ἄνθρωπον· ʼ ὡς καὶ ὁ ἅγιος ψάλλει Δαυῒδ, ‘Αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.’ Εἶπε δὲ οὐχ ἵνα ὡς ἐπὶ τῶν ἀνθρώπων ὑπουργός τις ἀκούσῃ, καὶ μαθὼν τὸ βούλημα τοῦ λέγοντος ἀπελθὼν ἐργάσηται. Τοῦτο γὰρ τῶν μὲν κτισμάτων ἴδιον, ἐπὶ δὲ τοῦ Λόγου τοῦτο νοεῖν ἢ λέγειν ἀπρεπές. Ἒστι γὰρ ὁ Λόγος τοῦ Θεοῦ δημιουργὸς, καὶ ποιητικὸς, καὶ αὐτός ἐστιν ἡ τοῦ Πατρὸς βουλή. Διὰ τοῦτο γοῦν οὐκ εἶπεν ἡ θεία γραφὴ, ὅτι ἤκουσε καὶ ἀπεκρίνατο ὁ ἀκούων, πῶς ἢ ποῖα βούλεται τὸ γινόμενα γενέσθαι· ἀλλὰ μόνον εἶπεν ὁ Θεὸς, ‘Γενηθήτω·’ καὶ ἐπήγαγε, ‘καὶ ἐγένετο οὕτω.’ Τὸ γὰρ δόξαν καὶ βουληθὲν εὐθὺς ἐγίνετο τῷ Λόγῳ καὶ ἀπηρτίζετο. Ὅταν μὲν γὰρ ὁ Θεὸς ἄλλοις ἢ ἀγγέλοις ἐντέλληται, ἢ τῷ Μωσεῖ ὁμιλῇ, ἢ τῷ Ἀβραὰμ ἐπαγγέλληται· τότε ὁ ἀκούων ἀποκρίνεται· καὶ ὁ μὲν λέγει, ‘κατὰ τί γνώσομαι;’ ὁ δὲ, προχείρισαι ἄλλον· ʼ καὶ πάλιν, ‘ἐὰν ἐρωτήσωσί με, Τί ὄνομα αὐτῷ; τί ἐρῷ πρὸς αὐτούς;’ Καὶ ὁ ἄγγελος τῷ μὲν Ζαχαρίᾳ ἔλεγε, ‘Τάδε λέγει Κύριος·’ τὸν δὲ Κύριον ἠρώτα, ‘Κύριε παντόκρατορ, ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ἱερουσαλήμ;’ καὶ ἐκδέχεται ἀκοῦσαι λόγους καλοὺς καὶ παρακλητικούς.’ Ἔχει γὰρ τούτων ἕκαστος τὸν μεσίτην Λόγον, καὶ τὴν Σοφίαν τοῦ Θεοῦ τὴν γνωρίζουσαν τὸ βούλημα τοῦ Πατρός. Ὅταν δὲ ἐργάζηται αὐτὸς, καὶ κτίζῃ ὁ Λόγος, οὐκ ἔστιν ἐκεῖ ἐρώτησις καὶ ἀπόκρισις· ἐν αὐτῷ γάρ ἐστιν ὁ Πατὴρ, καὶ ὁ Λόγος ἐν τῷ Πατρί· ἀλλʼ ἀρκεῖ τὸ βούλεσθαι, καὶ τὸ ἔργον γίνεται· ἵνα τοῦ μὲν βουλήματος ᾖ γνώρισμα διʼ ἡμᾶς τὸ ‘εἶπε,ʼ τὸ δὲ ‘καὶ ἐγένετο οὕτω,ʼ τό τε ἔργον σημαίνηται τὸ διὰ τοῦ Λόγου καὶ τῆς Σοφίας, ἐν ᾗ καὶ ἡ βούλησίς ἐστι τοῦ Πατρός. Καὶ αὐτὸ δὲ τὸ ‘εἶπεν ὁ Θεὸς,ʼ ἐν τῷ λόγῳ γνωρίζεται· ‘πάντα γὰρ,’ φησὶν, ‘ἐν σοφίᾳ ἐποίησας·’ καὶ, ‘Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν,ʼ καὶ, ‘εἷς Κύριος Ἰησοῦς Χριστὸς, διʼ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι᾿ αὐτοῦ.