Ancient Greek · ~12 min
Chapter 4
Athanasius Alexandrinus, Oratio II contra Arianos 4.1
Not analysed yet
4. Ὥσπερ τοίνυν ἀναγινώσκοντες ταῦτα διανοούμεθα καλῶς, καὶ ἀκούοντες ‘δοῦλον’ τὸν Σολομῶνα, οὐ νομίζομεν αὐτὸν εἶναι δοῦλον, ἀλλὰ φύσει καὶ γνήσιον υἱὸν, οὕτως ἐὰν καὶ περὶ τοῦ Σωτῆρος τοῦ ἀληθῶς ὁμολογουμένου Υἱοῦ, καὶ φύσει Λόγου ὄντος, λέγωσιν οἱ ἅγιοι, ‘πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν· ʼ ἢ αὐτὸς περὶ ἑαυτοῦ ἐὰν λέγῃ, ‘Κύριος ἔκτισέ μέ·’ καὶ ‘ἐγὼ δοῦλος σὸς, καὶ υἱὸς τῆς παιδίσκης σου· ʼ καὶ ὅσα τοιαῦτα· μὴ διὰ τοῦτο ἀρνείσθωσάν τινες τὴν ἐκ τοῦ Πατρὸς αὐτοῦ ἰδιότητα· ἀλλʼ, ὡς ἐπὶ Σολομῶνος καὶ τοῦ Δαβὶδ, διανοείσθωσαν ὀρθῶς περὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ. Ἐπεὶ, εἰ ἀκούοντες Σολομῶνα ‘δοῦλον,’ ὁμολογοῦσιν υἱὸν, πῶς οὐ πολλάκις ἀπολωλέναι δίκαιοί εἰσιν, ὅτι τὴν αὐτὴν ἐπὶ τοῦ Κυρίου διάνοιαν οὐ σώζουσιν, ἀλλʼ ὅταν μὲν ἀκούωσι ‘γέννημα, καὶ Λόγον, καὶ Σοφίαν,ʼ βιάζονται παρερμηνεύειν, καὶ ἀρνεῖσθαι τὴν φύσει καὶ γνησίαν γέννησιν τὴν ἐκ τοῦ Πατρὸς τοῦ Υἱοῦ· ἀκούοντες δὲ ‘ποιήματος’ φωνὰς καὶ λέξεις, εὐθὺς εἰς τὸ νομίζειν φύσει ποίημα τὸν Υἱὸν καταφέρονται, καὶ ἀρνοῦνται τὸν Λόγον· καίτοι δυνάμενοι, διὰ τὸ γεγενῆσθαι αὐτὸν ἄνθρωπον, πάσας τὰς τοιαύτας λέξεις ἐπιῤῥίπτειν ἐπὶ τὸ ἀνθρώπινον αὐτοῦ; Πῶς οὖν καὶ οὗτοι οὐ ‘βδελυκτοὶʼ παρὰ τῷ Κυρίῳ δείκνυνται, ‘δισσὰ στάθμιαʼ παῤ ἑαυτοῖς ἔχοντες, καὶ τῷ μὲν ἐκεῖνα λογιζόμενοι, τῷ δὲ τὸν Κύριον βλασφημοῦντες; Ἀλλʼ ἴσως τὸ μὲν ‘δοῦλος’ ὡς κατὰ διάθεσιν λεγόμενον συντίθενται, τὸ δὲ ‘τῷ ποιήσαντι’ κατέχουσιν, ὡς μέγα τι βοήθημα τῆς αἱρέσεως αὐτῶν. Ἔστι δὲ αὐτοῖς καὶ τοῦτο κάλαμος τεθλασμένος τὸ ἔρεισμα· καταγνώσονται γὰρ εὐθὺς ἑαυτῶν, εἰ μάθοιεν τὸ τῆς γραφῆς ἰδίωμα. Καὶ γὰρ ὥσπερ ‘δοῦλος’ λέγεται ὁ Σολομῶν, καίπερ ὢν υἱὸς, οὕτως, ἵνα τὰ ἐν τοῖς προτέροις εἰρημένα πάλιν εἴπωμεν, εἰ καὶ ‘ποιουμένους καὶ κτιζομένους καὶ γινομένουςʼ τοὺς ἐξ ἑαυτῶν φυομένους υἱοὺς λέγοιεν οἱ γονεῖς, οὐδὲν ἧττον οὐκ ἀρνοῦνται τὴν φύσιν. Ὁ γοῦν Ἐζεχίας, ὡς ἐν τῷ Ἡσαΐᾳ γέγραπται, εὐχόμενος ἔλεγεν· ‘Ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω, ἃ ἀναγγελοῦσι τὴν δικαιοσύνην σου, Κύριε τῆς σωτηρίας μου᾿. Καὶ αὐτὸς μὲν ἔλεγε, ‘ποιήσω·’ ὁ δὲ προφήτης ἔν τε αὐτῷ τῷ βιβλίῳ, καὶ τῇ τετάρτῃ τῶν Βασιλειῶν οὕτω φησί· ‘καὶ οἱ υἱοί σου, οἳ ἐξελεύσονται ἐκ σοῦ.’ Ἀντὶ τοῦ ‘γεννᾷνʼ ἄρα τὸ ‘ποιήσω’ εἴρηκε· καὶ τοὺς ἐξ αὐτοῦ φυομένους, ὡς ποιουμένους φησί. Καὶ οὐ διαφέρεταί τις, ὡς περὶ τοῦ φύσει γεννήματός ἐστιν ἡ λέξις. Καὶ Εὔα δὲ τεκοῦσα τὸν Κάϊν, εἶπεν, ‘Ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ.’ Ἀντὶ τοῦ ‘τεκεῖν,ʼ ἄρα καὶ αὐτὴ τὸ ‘ἐκτησάμην’ εἴρηκε. Καὶ γὰρ πρότερον ἰδοῦσα τὸν τόκον, ὕστερον εἶπε τὸ ‘ἐκτησάμην. ʼ Καὶ οὐ διὰ τὸ ‘ἐκτησάμην, ’νομίσειεν ἄν τις ἔξωθεν ἠγοράσθαι τὸν Κάϊν, καὶ μὴ ἐξ αὐτῆς τετέχθαι. Καὶ ὁ πατριάρχης δὲ Ἰακὼβ ἔλεγε τῷ Ἰωσὴφ, ‘Νῦν οὖν οἱ δύο υἱοί σου, οἱ γενόμενοί σοι ἐν Αἰγύπτῳ, πρὸ τοῦ με ἐλθεῖν πρὸς σὲ εἰς Αἴγυπτον, ἐμοί εἰσιν, Ἐφραῒμ καὶ Μανασσῆς Καὶ ἡ Υραφὴ δὲ περὶ τοῦ Ἰώβ φησιν, ‘ἐγένοντο αὐτῷ υἱοὶ ἑπτὰ, καὶ θυγατέρες τρεῖς·’ ὥσπερ καὶ Μωϋσῆς εἴρηκεν ἐν τῷ νόμῳ· ‘Ἐὰν δὲ γένωνταί τινι υἱοί καὶ, ‘ἐὰν ποιήσῃ υἱόν.’