# Oratio II contra Arianos 71

Athanasius Alexandrinus, Oratio II contra Arianos, Chapter 71. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/oratio-ii-contra-arianos/71

71. Οὔτε οὖν κτίσμα ἐστὶν ὁ Λόγος, οὔτε ἔργον· ταὐτὸν γάρ ἐστι κτίσμα καὶ ποίημα, καὶ ἔργον· καὶ εἴπερ κτίσμα καὶ ποίημα ἦν, ἦν ἂν καὶ ἔργον. Διὰ τοῦτο γοῦν οὐδὲ εἴρηκεν, ‘ ἔκτισέ με ἔργον,᾿ οὐδὲ, ‘σὺν τοῖς ἔργοις ἐποίησεν, ἴνα μὴ τῇ φύσει καὶ τῇ οὐσίᾳ κτίσμα εἶναι δόξῃ· οὔτε ὅτι, ‘ διὰ τὸ ποιῆσαί με ἔργα, ἔκτισεν,ʼ ἴνα μὴ πάλιν κατὰ τὴν κακόνοιαν τῶν ἀσεβῶν ὡς ὄργανον διʼ ἡμᾶς γενόμενος νομισθῇ· ἀλλʼ οὐδʼ ὅτι ‘ πρὸ τῶν ἔργων ἔκτισέ μεʼ ἀνήγγειλεν, ἴνα μὴ, ὥσπερ ἐστὶ γέννημα ὣν πρὸ πάντων, οὕτω καὶ κτιζόμενος πρὸ τῶν ἔργων, ταὐτὸν ποιήσῃ νομίζεσθαι τὸ ‘γέννημα᾿ καὶ τὸ ‘ ἔκτισεν·᾿ ἀλλὰ μετὰ παρατηρήσεως ἀκριβοῦς, ‘ εἰς ἔργα᾿ εἴρηκεν· ἴσον τῷ εἰπεῖν, ‘εἰς σάρκα με πεποίηκεν ὁ Πατὴρ γενέσθαι ἄνθρωπον· ὥστε καὶ ἐκ τούτου πάλιν δείκνυσθαι μὴ εἶναι ἔργον αὐτὸν, ἀλλὰ γέννημα. Ὡς; γὰρ ὁ εἰσερχόμενος εἰς οἰκίαν οὐκ ἔστι μέρος τῆς οἰκίας, ἀλλὰ ὅλλος ἐστὶ παρὰ τὴν οἰκίαν· οὕτως ὁ εἰς τὰ ἔργα κτιζόμενος ἄλλος ἂν εἴη τὴν φύσιν παρὰ τὰ ἔργα· ἐπεὶ εἰ καθʼ ὑμᾶς ὁ τοῦ Θεοῦ Λόγος ἔργον ἐστὶν, ὦ Ἀρειανοὶ, ἐν ποίᾳ ἄρα χειρὶ καὶ σοφίᾳ γέγονε καὶ αὐτός; πάντα γὰρ τὰ γενόμενα ἐν τῇ χειρὶ καὶ ἐν σοφίᾳ τοῦ Θεοῦ γέγονε, λέγοντος μὲν αὐτοῦ τοῦ Θεοῦ, ἡ χείρ μου ἐποίησε ταῦτα πάντα· τοῦ δὲ Δαβὶδ ψάλλοντος, ‘ Καὶ σὺ κατʼ ἀρχὰς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ τὰ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί·᾿ καὶ πάλιν ἐν τῷ ἑκατοστῷ τεσσαπακοστῷ δευτέρῳ ψαλμῷ, ‘Ἐμνήσθην ἡμερῶν ἀρχαίων, καὶ ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.ʼ Οὐκοῦν εἰ ἐν χειρὶ τοῦ Θεοῦ τὰ ποιήματα εἰργάσθη, γέγραπται δὲ, ὅτι ‘ πάντα διὰ τοῦ Λόγου ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν·᾿ καὶ πάλιν, ‘ εἴς Κύριος Ἰησοῦς, δι᾿ οὗ τὰ πάντα,᾿ καὶ ὅτι ‘ ἐν αὐτῷ τὰ πάντα συνέστηκεν· εὔδηλον ὡς οὐκ ἂν εἴη ὁ Υἱὸς ἔργον, ἀλλʼ αὐτός ἐστιν ἡ χεὶρ τοῦ Θεοῦ καὶ ἡ σοφία. Τοῦτο γινώσκοντες καὶ οἱ ἐν Βαβυλῶνι γενόμενοι μάρτυρες, Ἀνανίας, Ἀζαρίας, Μισαὴλ, ἐλέγχουσι τὴν Ἀρειανὴν ἀσέβειαν. Εἰπόντες γὰρ, ‘Εὐλογεῖτε πόντα τὰ ἔργα Κυρίου τὸν Κύριον·᾿ τὰ μὲν ἐν οὐρανῷ καὶ τὰ ἐπὶ γῆς, καὶ πᾶσαν τὴν κτίσιν, ὡς ἔργα κατέλεξαν· τὸν δὲ Υἱὸν οὐκ ὠνόμασαν· οὐ γὰρ εἰρήκασιν, ‘Εὐλόγει, Λόγε, καὶ ὕμνει, Σοφία·᾿ ἵνα δείξωσιν ὅτι τὰ μὲν ἄλλα πάντα ὑμνοῦντά ἐστι, καὶ ἔργα ἐστί· ὁ δὲ Λόγος οὐκ ἔστιν ἔργον οὐδὲ τῶν ὑμνούντων, ἀλλὰ σὺν τῷ Πατρὶ ὑμνούμενος, καὶ προσκυνούμενός ἐστι καὶ θεολογούμενος, Λόγος μὲν αὐτοῦ καὶ Σοφία ὢν, τῶν δὲ ἔργων δημιουργός. Τοῦτο καὶ τὸ Πνεῦμα ἐν Ψαλμοῖς μετὰ καλλίστης διαστολῆς εἴρηκεν, ὅτι ‘εὐθὺς ὁ Λόγος τοῦ Κυρίου, καὶ πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει·’ καθάπερ καὶ ἐν ἑτέρῳ φησὶν, ‘Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας.᾿

---

Athanasius, Oratio II contra Arianos, ed. William Bright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2035.tlg131.local001/.
