# Oratio II contra Arianos 73

Athanasius Alexandrinus, Oratio II contra Arianos, Chapter 73. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/oratio-ii-contra-arianos/73

73. Γέγραπται, ‘ὁ Θεὸς τῇ Σοφίᾳ ἐθεμελίωσε τὴν γῆν·᾿ εἰ τοίνυν τῇ Σοφίᾳ ἡ γῇ τεθεμελίωται, πῶς ὁ θεμελιῶν θεμελιοῦται; ἀλλὰ παροιμιωδῶς ἐστιν εἰρημένον καὶ τοῦτο· καὶ δεῖ καὶ τούτου τὸν νοῦν ζητεῖν, ἵνα γινώσκωμεν, ὅτι τῇ μὲν Σοφίᾳ ὁ Πατὴρ δημιουργεῖ, καὶ θεμελιοῖ τὴν γῆν εἰς τὸ εἶναι ἑδραίαν καὶ διαμένειν αὐτήν· αὐτὴ δὲ ἡ Σοφία ἐθεμελιοῦτο εἰς ἡμᾶς, ἵνα ἀρχὴ καὶ θεμέλιος τῆς καινῆς ἡμῶν κτίσεως καὶ ἀνακαινίσεως γένηται. Οὐκ εἴρηκε γοῦν οὐδὲ ἐν τούτοις, ‘πρὸ τοῦ αἰῶνος Λόγον ἢ Υἱόν με πεποίηκεν, ἵνα μὴ ὡς ἀρχὴν ἔχῃ τοῦ ποιεῖσθαι· τοῦτο γὰρ πρὸ πάντων δεῖ ζητεῖν, εἰ Υἱός ἐστι, καὶ περὶ τούτου τὰς γραφὰς προηγουμένως ἐρευνᾶν. Τοῦτο γὰρ καὶ τῶν ἀποστόλων ἐρωτηθέντων ὁ Πέτρος ἀπεκρίνατο, λέγων, ‘Σὺ εἶ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος·᾿ τοῦτο γὰρ καὶ ὁ πατὴρ τῆς Ἀρειανῆς αἱρέσεως ἐν πρώτοις ἠρώτησεν, ‘εἰ Υἱὸς εἶ τοῦ Οεοῦ·᾿ ᾔδει γὰρ ὅτι τοῦτό ἐστιν ἡ ἀλήθεια, καὶ τὸ κύριον τῆς πίστεως ἡμῶν· καὶ ὅτι, ἐὰν μὲν αὐτὸς ᾖ ὁ Υἱὸς, τέλος ἕξει ἡ διαβολικὴ τυραννίς· ἐὰν δὲ κτίσμα ᾖ, εἰς ἐστι καὶ αὐτὸς τῶν ἐκ τοῦ Ἀδὰμ τοῦ ἀπατηθέντος παῤ αὐτοῦ, καὶ οὐδεμία φροντὶς ἦν αὐτῷ. Διὰ τοῦτο καὶ οἱ τότε Ἰουδαίοι ἠγανάκτουν, ὅτι ὁ Κύριος Υἱὸν Θεοῦ ἑαυτὸν, καὶ ‘Πατέρα ἴδιον ἔλεγεν ἑαυτοῦ᾿ εἶναι τὸν Θεόν. Εἰ γὰρ ἦν ἑαυτὸν ἕνα τῶν κτισμάτων εἰρηκὼς, ἢ ὅτι ‘ποίημά εἰμι,᾿ οὐκ ἐξενίζοντο ἀκούοντες, οὐδὲ βλασφημίαν ἐνόμιζον τὰ τοιαῦτα ῥήματα, εἰδότες καὶ ἀγγέλων ἐπιδημίαν γενομένην πρὸς τοὺς πατέρας· ἀλλʼ ἐπειδὴ Υἱὸν ἑαυτὸν ἔλεγεν, ἐθεώρουν μὴ κτίσματος εἶναι τὸ τοιοῦτον γνώρισμα, ἀλλὰ θεότητος καὶ φύσεως πατρικῆς.

---

Athanasius, Oratio II contra Arianos, ed. William Bright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2035.tlg131.local001/.
