Ancient Greek · ~12 min
Chapter 1
Athanasius Alexandrinus, Oratio III contra Arianos 1.1
Not analysed yet
1. ΟΙ Ἀρειομανῖται, ὡς ἔοικε, κρίναντες ἅπαξ ἀποστάται γενέσθαι καὶ παραβάται τῆς ἀληθείας, φιλονεικοῦσιν εἰς ἑαυτοὺς ἑλκῦσαι τὸ γεγραμμένον, ‘ὅταν ἔλθῃ ἀσεβὴς εἰς βάθος κακῶν, καταφρονεῖ·’ οὔτε γὰρ ἐλεγχόμενοι παύονται, οὔτε ἀποροῦντες ἐντρέπονται· ἀλλʼ ὡς ‘πόρνης ὄψις, ἀπηναισχύνθησαν πρὸς πάντας’ ἐν ταῖς ἀσεβείαις. Καὶ γὰρ ὧν προεφασίζοντο ῥητῶν, τοῦ ‘Κύριος ἔκτισέ με, καὶ τοῦ ‘κρείττων γενόμενος τῶν ἀγγέλων,’ καὶ τοῦ ‘πρωτότοκος, καὶ τοῦ ‘πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν,’ ὀρθὴν ἐχόντων τὴν διάνοιαν, καὶ δεικνύντων τὴν εἰς Χριστὸν εὐσέβειαν, οὐκ οἶδʼ ὅπως πάλιν αὐτοὶ ὡς περιχυθέντες τὸν τοῦ ὄφεως ἰὸν, καὶ μὴ βλέποντες ἃ δεῖ βλέπειν, μηδὲ νοοῦντες ἃ ἀναγινώσκουσιν, ὥσπερ ἐκ βάθους τῆς ἀσεβοῦς αὐτῶν καρδίας ἐρευγόμενοι, ἤρξατο λοιπὸν καὶ διασύρειν τὸ ὑπὸ τοῦ Κυρίου λεγόμενον, ‘ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·’ λέγοντες, ‘Πῶς δύναται οὗτος ἐν ἐκείνῳ, κἀκεῖνος ἐν τούτῳ χωρεῖν; ἢ πῶς ὅλως δύναται ὁ Πατὴρ, μείζων ὢν, ἐν τῷ Υἱῷ ἐλάττονι ὄντι χωρεῖν; ἢ τί θαυμαστὸν, εἰ ὁ Υἱὁς ἐν τῷ Πατρὶ, ὅπουγε καὶ περὶ ἡμῶν γέγραπται· “Ἐν αὐτῷ γὰρ ζῶμεν, καὶ κινούμεθα, καί ἐσμεν;”’ Πάσχουσι δὲ τοῦτο ἀκολούθως τῇ κακονοίᾳ ἑαυτῶν, σῶμα νομίζοντες εἶναι τὸν Θεὸν, καὶ μὴ νοοῦντες μήτε τί ἐστιν ‘ἀληθινὸς Πατὴρ,’ καὶ ‘ἀληθινὸς Υἱὸς,’ μήτε τί ἐστι ‘φῶς ἀόρατον,’ καὶ ‘ἀΐδιον,’ καὶ ‘ἀπαύγασμα αὐτοῦ ἀόρατον,’ μήτε τί ἐστιν ἀόρατος ‘ὑπόστασις,’ καὶ ‘χαρακτῆρ’ ἀσώματος, καὶ ‘εἰκὼν’ ἀσώματος. ‘Εἰ γὰρ ἐγίνωσκον, οὐκ ἂν τὸν Κύριον τῆς δόξης’ μετὰ γέλωτος ἐδυσφήμουν, οὔτε τὰ ἀσώματα σωματικῶς ἐκλαμβάνοντες, τὰ καλῶς λεγόμενα παρεξηγοῦντο. Ἤρκει μὲν οὖν καὶ μόνον ἀκούοντας ταῦτα, λέγοντος τοῦ Κυρίου, πιστεύειν, ἐπεὶ καὶ ἡ τῆς ἁπλότητος πίστις βελτίων ἐστὶ τῆς ἐκ περιεργίας πιθανολογίας· ἐπειδὴ δὲ καὶ τοῦτο βεβηλοῦν ἐπεχείρησαν πρὸς τὴν ἰδίαν αἵρεσιν, ἀναγκαῖον τὴν μὲν ἐκείνων κακόνοιαν διελέγξαι, τὴν δὲ τῆς ἀληθείας διάνοιαν δεῖξαι, ἕνεκά γε τῆς τῶν πιστῶν ἀσφαλείας. Οὐ γὰρ, ὡς ἐκεῖνοι νομίζουσιν, ἀντεμβιβαζόμενοι εἰς ἀλλήλους εἰσὶν, ἐν τῷ λέγεσθαι, ‘ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ,’ ὥσπερ ἐν ἀγγείοις κενοῖς ἐξ ἀλλήλων πληρούμενοι· ὥστε τὸν μὲν Υἱὸν πληροῦν τὸ κενὸν τοῦ Πατρὸς, τὸν δὲ Πατέρα πληροῦν τὸ κενὸν τοῦ Υἱοῦ, καὶ ἑκάτερον αὐτῶν μὴ εἶναι πλήρη καὶ τέλειον· (σωμάτων μὲν ἴδιον τοῦτό γε· διὸ καὶ τὸ μόνον εἰπεῖν τοῦτο πλέον ἐστὶν ἀσεβείας·) πλήρης γὰρ καὶ τέλειός ἐστιν ὁ Πατὴρ, καὶ ‘πλήρωμα θεότητός’ ἐστιν ὁ Υἱός. Οὐδ’ αὖ πάλιν, ὥσπερ ἐν τοῖς ἁγίοις γινόμενος ὁ Θεὸς ἐνδυναμοῖ αὐτοὺς, οὕτως ἐστὶ καὶ ἐν τῷ Υἱῷ· αὐτὸς γάρ ἐστιν ἡ τοῦ Πατρὸς δύναμις καὶ Σοφία· καὶ τὰ μὲν γενητὰ μετοχῇ τούτου ἐν Πνεύματι ἁγιάζεται, αὐτὸς δὲ ὁ Υἱὸς οὐ μετουσίᾳ υἱός ἐστιν, ἀλλὰ γέννημα τοῦ Πατρὸς ἴδιόν ἐστιν. Οὐκ ἔστι δὲ πάλιν οὕτως ὁ Υἱὸς ἐν τῷ Πατρὶ, ὡς τὸ ‘ἐν αὐτῷ ζῶμεν, καὶ κινούμεθα, καί ἐσμεν·’ αὐτὸς γὰρ ὡς ἐκ πηγῆς τοῦ Πατρός ἐστιν ἡ ζωὴ, ἐν ᾗ τὰ πάντα ζωογονεῖταί τε καὶ συνέστηκεν· οὐ γὰρ ἡ ζωὴ ἐν ζωῇ ζῇ· ἐπεὶ οὐκ ἂν εἴη ζωή· ἀλλʼ αὐτὸς μᾶλλον ζωογονεῖ τὰ πάντα.