# Oratio III contra Arianos 4

Athanasius Alexandrinus, Oratio III contra Arianos, Chapter 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/oratio-iii-contra-arianos/4

4."‘Ἒν’ γάρ εἰσιν, οὐχ ὡς ἑνὸς πάλιν εἰς δύο μέρη διαιρεθέντος, καὶ μηδὲν ὄντων πλὴν ἑνός· οὐδὲ ὡς τοῦ ἑνὸς δὶς ὀνομαζομένου, ὥστε τὸν αὐτὸν ἄλλοτε μὲν Πατέρα, ἄλλοτε δὲ Υἱὸν ἑαυτοῦ γίνεσθαι· τοῦτο γὰρ Σαβέλλιος φρονήσας, αἱρετικὸς ἐκρίθη. Ἀλλὰ δύο μέν εἰσιν, ὅτι ὁ Πατὴρ Πατήρ ἐστι, καὶ οὐχ ὁ αὐτὸς Υἱός ἐστι· καὶ ὁ Υἱὸς Υἱός ἐστι, καὶ οὐχ ὁ αὐτὸς Πατήρ ἐστι. Μία δὲ ἡ φύσις (οὐ γὰρ ἀνόμοιον τὸ γέννημα τοῦ γεννήσαντος· εἰκὼν γάρ ἐστιν αὐτοῦ,) καὶ πάντα τὰ Πατρὸς τοῦ Υἱοῦ ἐστι. Διὸ οὐδὲ ἄλλος Θεὸς ὁ Υἱός· οὐ γὰρ ἔξωθεν ἐπενοήθη· ἐπεὶ πάντως καὶ πολλοὶ, ξένης παρὰ τὴν τοῦ Πατρὸς ἐπινοουμένης θεότητος· εἰ γὰρ καὶ ἕτερόν ἐστιν ὡς γέννημα ὁ Υἱὸς, ἀλλὰ ταὐτόν ἐστιν ὡς Θεός· καὶ ‘ἕν’ εἰσιν αὐτὸς καὶ ὁ Πατὴρ τῇ ἰδιότητι καὶ οἰκειότητι τῆς φύσεως, καὶ τῇ ταὐτότητι τῆς μιᾶς θεότητος, ὥσπερ εἴρηται. Καὶ γὰρ καὶ τὸ ἀπαύγασμα φῶς ἐστιν, οὐ δεύτερον τοῦ ἡλίου, οὐδὲ ἕτερον φῶς, οὐδὲ κατὰ μετουσίαν αὐτοῦ, ἀλλʼ ὅλον ἴδιον αὐτοῦ γέννημα. Τὸ δὲ τοιοῦτον γέννημα ἐξ ἀνάγκης ἕν ἐστι φῶς· καὶ οὐκ ἄν τις εἴποι δύο φῶτα εἶναι ταῦτα, ἀλλὰ δύο μὲν ἥλιον καὶ ἀπαύγασμα, ἓν δὲ τὸ ἐξ ἡλίου φῶς ἐν τῷ ἀπαυγάσματι φωτίζον τὰ πανταχοῦ. Οὕτω καὶ ἡ τοῦ Υἱοῦ θεότης τοῦ Πατρός ἐστιν· ὅθεν καὶ ἀδιαίρετός ἐστι· καὶ οὕτως ‘εἶς Θεὸς, καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ.’ Οὕτω γοῦν ἓν αὐτῶν ὄντων, καὶ μιᾶς αὐτῆς οὔσης τῆς θεότητος, τὰ αὐτὰ λέγεται περὶ τοῦ Υἱοῦ, ὅσα λέγεται καὶ περὶ τοῦ Πατρὸς, χωρὶς τοῦ λέγεσθαι ‘Πατήρ·’ οἶον τὸ ‘Θεὸς,’ ‘καὶ Θεὸς ἦν ὁ Λόγος·’ τὸ ‘Παντοκράτωρ,’ ‘Τάδε λέγει ὁ ἦν, καὶ ὁ ὢν, καὶ ὁ ἐρχόμενος, ὁ Παντοκράτωρ·’ τὸ ‘Κύριος,’ ‘εἷς Κύριος Ἰησοῦς Χριστός·’ τὸ εἶναι ‘φῶς,’ ‘Ἐγώ εἰμι τὸ φῶς·’ τὸ ἐξαλείφειν ἁμαρτίας, ‘ἵνα δὲ,’ φησὶν, ‘εἰδῆτε, ὅτι ἔχει ἐξουσίαν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας·’ καὶ ὅσα ἄλλα ἂν εὕροις. ‘Πάνταʼ γὰρ, φησὶν αὐτὸς ὁ Υἱὸς, ‘ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι·’ καὶ πάλιν, ‘τὰ ἐμὰ σά ἐστιν.’

---

Athanasius, Oratio III contra Arianos, ed. William Bright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2035.tlg132.local001/.
