Ancient Greek · ~1 min
Section 1
Athanasius Alexandrinus, Oratio in resurrectionem et in recens baptizatos [Sp.] 1
Not analysed yet
Νῦν ἀγγέλων χορεῖαι, νῦν ἀρχαγγέλων σκιρτήματα, στεφανηφοροῦντες καὶ τὴν πνευματικὴν τελοῦντες ἱερομηνίαν ἄφραστον εἰκότως ἔχουσιν ἡδονήν. Ἀκούεις· «Ὁ Χριστὸς ἀνέστη ἐκ νεκρῶν», καὶ θαυμάζει. Βλέπε τοὺς συγγενεῖς σου ἐν ὥρᾳ μιᾷ ἀποθανόντας τῇ ἁμαρτίᾳ καὶ ζήσαντας τῷ Χριστῷ, καὶ σώθητι μᾶλλον ἐκπληττόμενος τὴν δύναμιν· ἐκεῖνος τριήμερος, οὗτοι διὰ τρισσῆς ἐπικλήσεως.