# Oratio quarta contra Arianos [Sp.] 14

Athanasius Alexandrinus, Oratio quarta contra Arianos [Sp.], Chapter 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/oratio-quarta-contra-arianos-sp/14

14. Τοῦτο καὶ ὁ θεῖος γινώσκει ἀπόστολος, πρὸς Κορινθίους ἐπιστέλλων, ‘Μὴ στενοχωρεῖσθε ἐν ἡμῖν· πλατύνθητε δὲ καὶ ὑμεῖς, Κορίνθιοι· τοὺς γὰρ αὐτοὺς ἀπὸ στενότητος εἰς πλατυσμὸν μεταβάλλειν συμβουλεύει, Ὥσπερ δὲ εἰ ἐπλατύνθησαν πάλιν Κορίνθιοι καὶ στενοχωρούμενοι, οὐκ ἄλλοι ἐτύγχανον, ἀλλὰ πάλιν ἦσαν Κορίνθιοι, οὕτως εἰ ὁ Πατὴρ ἐπλατύνθη εἰς τριάδα, ἡ τριὰς πάλιν ἐστὶν ὁ Πατὴρ μόνος. Τὸ αὐτὸ δὲ πάλιν Φνσὶν, ‘ἡ καρδία ἡμῶν πεπλάτυνται·᾿ καὶ ὁ Νῶε γέγει, ‘Πλατύναι ὁ Θεὸς τῷ Ἰάφεθ· ᾿ ἡ αὐτὴ γὰρ καρδία καὶ ὁ αὐτὸς Ἰάφεθ ἐστὶν ἐν τῷ πλατυσμῷ. Εἰ μὲν οὖν ἡ μονὰς ἐπλάτυνεν, ἄλλοις ἂν ἐπλάτυνεν· εἰ δὲ αὐτὴ ἐπλάτυνεν, αὐτὴ ὂν εἴη, ὅπερ ἐπλατύνθη· τί δέ ἐστιν ἢ ὁ Υἱὸς καὶ Πνεῦμα ἅγιον; Ἐρέσθαι δὲ αὐτὸν τοιαῦτα λέγοντα, καλόν· Τίς ἡ ἐνέργεια τοῦ τοιούτου πλατυσμοῦ; ἢ, ὡς ἐπʼ αὐτῆς ἀληθείας, διὰ τί ὅλως ἐπλατύνθη; τὸ γὰρ μὴ μένον τὸ αὐτὸ, ἀλλʼ ὕστερον πλατυνόμενον, ἔχειν ἀνάγκῃ δεῖ τὴν αἰτίαν, δι᾿ ἣν καὶ ἐπλατύνθη. Εἰ μὲν οὖν ἵνα Λόγος καὶ Πνεῦμα συνῇ αὐτῷ, περιττὸν τὸ λέγειν, ‘μονὰς,ʼ εἶτα, ‘ἐπλατύνθη·’ οὐ γὰρ ὕστερον Λόγος καὶ Πνεῦμα, ἀλλʼ ἀεὶ, ἵνα μὴ ἄλογος ὁ Θεὸς κατὰ τοὺς Ἀρειανούς. Ὥστε, εἰ ἀεὶ ἦν Λόγος καὶ Πνεῦμα, ἀεὶ πλατεῖα, καὶ οὐ πρῶτον μονάς. Εἰ δὲ ὕστερον ἐπλατύνθη, ὕστερον καὶ Λόγος. Εἰ δὲ διὰ τὴν ἐνανθρώπησιν ἐπλατύνθη, καὶ γέγονε τότε τριὰς, ἄρα πρὸ τῆς ἐνανθρωπήσεως οὔπω ἦν τριάς. Φανήσεται δὲ ὁ Πατὴρ καὶ γεγονὼς σὰρξ,ʼ εἴγε αὐτὸς, μονὰς ὢν, ἐν τῷ ἀνθρώπῳ ἐπλατύνθη· καὶ τάχα λοιπὸν μονὰς ἔσται, καὶ σὰρξ, καὶ, τὸ τρίτον, Πνεῦμα, εἴγε αὐτὸς ἐπλατύνθη· ἔσται δὲ καὶ ὀνόματι μόνον τριάς. Εἰ δὲ διὰ τὸ κτίσαι ἐπλατύνθη, ἄτοπον· δυνατὸν γὰρ ἦν, καὶ μονάδα μένουσαν αὐτὴν, πάντα ποιεῖν· οὐ γὰρ ἐνδεὴς ἦν πλατυσμοῦ ἡ μονὰς, οὐδὲ ἀσθενὴς ἦν πρὸ τοῦ πλατυνθῆναι. Ἄτοπον γὰρ καὶ ἀσεβὲς τοῦτό γε ἐπὶ Θεοῦ νοεῖν καὶ λέγειν. Ἀκολουθήσει δὲ καὶ ἄλλο ἄτοπον, εἰ γὰρ διὰ τὴν κτίσιν ἐπλατύνθη, ἕως δὲ μονὰς ἦν, οὐκ ἦν ἡ κτίσις, πάλιν δὲ ἔσται μετὰ τὴν συντέλειαν μονὰς ἀπὸ πλατυσμοῦ, ἀναιρεθήσεται καὶ ἡ κτίσις. Ὥσπερ γὰρ διὰ τὸ κτίσαι ἐπλατύνθη, οὕτως παυομένου τοῦ πλατυσμοῦ παύσεται καὶ ἡ κτίσις.

---

Athanasius, Oratio quarta contra Arianos [Sp.], ed. William Bright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2035.tlg117.local001/.
