# Oratio quarta contra Arianos [Sp.] 17

Athanasius Alexandrinus, Oratio quarta contra Arianos [Sp.], Chapter 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/oratio-quarta-contra-arianos-sp/17

17. Οὁ μὲν οὖν Ἰουδαῖοι ἐν τῷ ἀκοῦσαι ‘ἓν’ ἐνόμιζον κατὰ Σαβέλλιον αὐτὸν εἰρηκέναι εἶναι τὸν Πατέρα· ὁ δέ γε Σωτὴρ ἡμῶν συλλογίζεται μὲν αὐτῶν τὴν ἁμαρτίαν, ὅτι ‘εἰ καὶ Θεὸν εἶπον, ἔδει ὑμᾶς εἰδέναι τὸ γεγραμμένον, Ἐγὼ εἶπα, θεοί ἐστε·᾿ εἶτα τὸ ‘ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν’ σαφηνίζων, ἐν τῷ Υἱῷ τὴν πρὸς τὸν Πατέρα ἑνότητα ἀποδέδωκε λέγων, ‘ὅτι εἶπον, Υἱός εἰμι τοῦ Θεοῦ.᾿ Εἰ γὰρ τῇ λέξει οὐκ εἶπεν, ἀλλὰ τὴν διάνοιαν τοῦ ‘ἕν ἐσμεν ἀποδέδωκε τῷ Υἱῷ. Οὐδὲν γὰρ ἓν πρὸς τὸν Πατέρα, εἰ μὴ τὸ ἐξ αὐτοῦ. Τί δ᾿ ἂν εἴη τὸ ἐξ αὐτοῦ ἢ ὁ Υἱός ; Ἐπιφέρει γοῦν, ‘ἵνα γινώσκητε ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί.’ Τὸ γὰρ ‘ἓν’ ἐπεξηγούμενος, οὐκ ἐν τῷ αὐτὸ εἶναι ἐκεῖνο πρὸς ὃ ἕν ἐστιν εἶπεν, ἀλλʼ ἐν τῷ αὐτὸν ἐν τῷ Πατρὶ, καὶ τὸν Πατέρα ἐν τῷ Υἱῷ, τὴν συνάφειαν καὶ τὸ ἀχώριστον. Καὶ γὰρ καὶ Σαβέλλιον ἐν τούτῳ ἀνατρέπει, ἐν τῷ εἰπεῖν οὐχ, ‘ὁ Πατήρ εἰμι,᾿ ἀλλὰ, ‘ὁ Υἱὸς τοῦ Θεοῦ·᾿ καὶ Ἄρειον ἐν τῷ εἰπεῖν, ‘ἕν ἐσμεν.᾿ Εἰ τοίνυν ὁ Υἱὸς ἄλλο, καὶ ὁ Λόγος ἄλλο, οὐχ ὁ Λόγος ἕν ἐστι πρὸς τὸν Πατέρα, ἀλλʼ ὁ Υἱός· οὐδὲ ὁ τὸν Λόγον ‘ἑωρακὼς ἑώρακε τὸν Πατέρα,ʼ ἀλλʼ ὁ τὸν Υἱόν. Τούτων δὲ δεικνυμένων, ἢ μείζων ὁ Υἱὸς τοῦ Λόγου, ἢ πλεῖον οὐδὲν ὁ Λόγος τοῦ Υἱοῦ ἔχει. Τί γὰρ μεῖζον ἢ τελειότερον τοῦ ‘ἓν,ʼ καὶ τοῦ ‘ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ,᾿ καὶ τοῦ ‘ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα;’ Καὶ γὰρ καὶ αὗται αἱ φωναὶ τοῦ Υἱοῦ εἰσι. Φησὶ γοῦν ὁ αὐτὸς Ἰωάννης, ‘Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν πέμψαντά με·᾿ καὶ, ‘ὁ ἐμὲ δεχόμενος, δέχεται τὸν ἀποστείλαντά με·ʼ καὶ ‘ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ·᾿ καὶ, ‘Ἐάν τίς μου ἀκούσῃ τῶν λόγων, καὶ μὴ φυλάξῃ, ἐγὼ οὐ κρίνω αὐτόν· οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλʼ ἵνα σώσω τὸν κόσμον. Ὁ λόγος δὲ ὃν ἀκούει, ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ· ὅτι ἐγὼ πρὸς τὸν Πατέρα πορεύομαι.᾿ Τὸ κήρυγμα δέ φησι κρίνειν τὸν μὴ φυλάξαντα τὴν ἐντολήν. ‘Εἰ γάρ,ʼ φησι, ‘μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίον οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐχ ἕξουσι, φησὶ, ἀκηκοότες μοῦ τῶν ῥημάτων, διʼ ὧν σωτηρίαν καρπίζονται οἱ φυλάσσοντες.ʼ

---

Athanasius, Oratio quarta contra Arianos [Sp.], ed. William Bright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2035.tlg117.local001/.
