# Oratio quarta contra Arianos [Sp.] 25

Athanasius Alexandrinus, Oratio quarta contra Arianos [Sp.], Chapter 25. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/oratio-quarta-contra-arianos-sp/25

25. Μαίνεται μὲν οὖν Ἄρειος, ‘ἐξ οὐκ ὄντων᾿ εἶναι λέγων τὸν Υἱὸν, καὶ ‘ἦν ποτε ὅτε οὐκ ἦν.’ Μαίνεται δὲ καὶ Σαβέλλιος, λέγων τὸν Πατέρα εἶναι Υἱὸν, καὶ ἔμπαλιν τὸν Υἱὸν εἶναι Πατέρα, ὑποστάσει μὲν ἓν, ὀνόματι δὲ δύο· μαίνεται δὲ καὶ παραδείγματι χρώμενος τῇ τοῦ Πνεύματος χάριτι· φησὶ γὰρ, Ὥσπερ ‘“διαιρέσεις) χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα,” οὕτω καὶ ὁ Πατὴρ ὁ αὐτὸς μὲν ἔστι, πλατύνεται δὲ εἰς Υἱὸν καὶ Πνεῦμα,’ Ἔστι δὲ τοῦτο μεστὸν ἀτοπίας. Εἰ γὰρ ὡς ἐπὶ τοῦ Πνεύματος, οὕτω καὶ ἐπὶ τοῦ Θεοῦ ἐστιν, ἔσται ὁ Πατὴρ Λόγος καὶ Πνεῦμα ἅγιον, ᾧ μὲν γινόμενος Πατὴρ, ᾧ δὲ Λόγος, ᾧ δὲ Πνεῦμα, πρὸς τὴν χρείαν ἑκάστου ἁρμοζόμενος, καὶ ὀνόματι μὲν Υἱὸς καὶ Πνεῦμα, τῷ δὲ ὄντι Πατὴρ μόνον· ἀρχὴν μὲν ἔχων τὸ γίνεσθαι Υἱὸς, παυόμενος δὲ τοῦ λέγεσθαι Πατήρ· καὶ ἐνανθρωπήσας μὲν ὀνόματι, τῇ δὲ ἀληθείᾳ μηδὲ ἐπιδημήσας· καὶ ψευδόμενος μὲν τῷ λέγειν, ‘ἐγὼ καὶ ὁ Πατὴρ, τῷ δὲ ὄντι αὐτὸς ὢν ὁ Πατήρ· καὶ ὅσα ἄλλα ἐπὶ Σαβελλίου ἄτοπα ἀπαντᾶ. Ἀνάγκη δὲ καὶ παυθήσεσθαι τὸ ὄνομα τοῦ Υἱοῦ καὶ τοῦ Πνεεύματος, τῆς χρείας πληρωθείσης· καὶ ἔσται λοιπὸν ἄχρι παιδιᾶς τὰ γινόμενα, ὅτι μὴ ἀληθείᾳ ἀλλʼ ὀνόματι ἐπεδείχθη. Παυομένου δὲ τοῦ ὀνόματος τοῦ Υἱοῦ κατʼ αὐτοὺς, παύσεται καὶ τοῦ βαπτίσματος ἡ χάρις· ‘εἰς’ γὰρ ‘Υἱὸν’ ἐδόθη. Καὶ τί ἀκολουθήσει ἢ ἀφανισμὸς τῆς κτίσεως; εἰ γὰρ ἵνα ἡμεῖς κτισθῶμεν προῆλθεν ὁ Λόγος, καὶ, προελθόντος αὐτοῦ, ἐσμεν, δῆλον ὅτι, ἀναχωροῦντος αὐτοῦ εἰς τὸν Πατέρα, ὥς φασιν, οὐκ ἔτι ἐσόμεθα. Οὔτω γὰρ ἔσται, ὥσπερ ἦν· οὕτως οὐκ ἔτʼ ἐσόμεθα, ὥσπερ οὖν οὐκ ἦμεν. Οὐκέτι γὰρ προελθόντος, οὐκέτι ἡ κτίσις ἔσται.

---

Athanasius, Oratio quarta contra Arianos [Sp.], ed. William Bright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2035.tlg117.local001/.
