Ancient Greek
Volume 27
Athanasius Alexandrinus, Scholia in cantica canticorum 27.1349
Not analysed yet
ἐν νυξίν. Κοίτην ὀνομάζει τὴν τελειοτέραν τοῦ ἀγαθοῦ μετουσίαν, καὶ νύκτα λέγει τὸν τῆς κοίτης καιρόν. Διὰ δὲ τοῦ ὀνόματος τῆς νυκτὸς ἐνδείκνυται τῶν ἀοράτων τὴν θεωρίαν, καθ' ὁμοιότητα Μωϋσέως, τοῦ ἐν τῷ γνόφῳ γεγονότος ἐν ᾧ ἦν ὁ Θεός. Τοῦ αὐτοῦ. Οὐ γὰρ ᾔδειν τίς ἦν ὁ τρώσας με. Θεογνωσίαν μοι κοιμωμένῃ ἐνέσπειρεν ὁ Λόγος. Ταχέως διαναστᾶσα, ζητῶ τὸν τρώσαντα, καὶ παρακαλῶ αὐτῷ ὀφθῆναί μοι, καὶ περιέρχομαι ζητοῦσα τὸν ἀδελφιδοῦν μου. Ἐξέλθετε καὶ ἴδετε, θυγατέρες Σιὼν, ἐν τῷ βασιλεῖ Σαλομών. Ἰουδαίους ἐντρέπει λέγουσα, Ἐξέλθετε, ἀντὶ τοῦ, Ἕως πότε τῇ σκιᾷ παρακάθησθε; ἰδοὺ γὰρ ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος, ἀγάπην ἀπὸ θυγατέρων Ἱερουσαλήμ. Τὸ στερεὸν τῶν λογισμῶν, ἢ οἱ ἐσωτέρω λίθοι ἅγιοι. Ἐν τῷ στεφάνῳ, ᾧ ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ. Ἔθηκας γὰρ, φησὶ, ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου. Καταβήτω ἀδελφιδός μου εἰς κῆπον αὐτοῦ. Πνεῦσόν μοι, ὦ Λόγε, καὶ δίδαξόν με τὰ λόγιά σου, καὶ τὰ προστάγματά σου κατάγραψον ἐπὶ τὸ πλάτος τῆς καρδίας μου. Ἑτοίμη γέγονα λοιπόν· δύναμαι, τῇ σῇ χάριτι βοηθουμένη, καὶ κυβερνωμένη τῇ ἀοράτῳ σου καὶ παντοδυνάμῳ χειρὶ, καὶ λόγων ἀκοῦσαι θείων, καὶ μυστηρίων μέτοχος γενέσθαι.